previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


δεύτερον ἠγάγετο λιπαρὴν Θέμιν, τέκεν Ὥρας,
Εὐνουμίην τε Δίκην τε καὶ Εἰρήνην τεθαλυῖαν,
αἳ ἔργ᾽ ὠρεύουσι καταθνητοῖσι βροτοῖσι,
Μοίρας θ᾽, πλείστην τιμὴν πόρε μητίετα Ζεύς,
905Κλωθώ τε Λάχεσίν τε καὶ Ἄτροπον, αἵτε διδοῦσι
θνητοῖς ἀνθρώποισιν ἔχειν ἀγαθόν τε κακόν τε.

τρεῖς δέ οἱ Εὐρυνομη Χάριτας τέκε καλλιπαρῄους,
Ὠκεανοῦ κούρη, πολυήρατον εἶδος ἔχουσα,
Ἀγλαΐην τε καὶ Εὐφροσύνην Θαλίην τ᾽ ἐρατεινήν:
910 τῶν καὶ ἀπὸ βλεφάρων ἔρος εἴβετο δερκομενάων
λυσιμελής: καλὸν δέ θ᾽ ὑπ᾽ ὀφρύσι δερκιόωνται.

αὐτὰρ Δήμητρος πολυφόρβης ἐς λέχος ἦλθεν,
τέκε Περσεφόνην λευκώλενον, ἣν Ἀιδωνεὺς
ἥρπασε ἧς παρὰ μητρός: ἔδωκε δὲ μητίετα Ζεύς.
915

μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς.

Λητὼ δ᾽ Ἀπόλλωνα καὶ Ἄρτεμιν ἰοχέαιραν,
ἱμερόεντα γόνον περὶ πάντων Οὐρανιώνων,
920γείνατ᾽ ἄρ᾽ αἰγιόχοιο Διὸς φιλότητι μιγεῖσα.

λοισθοτάτην δ᾽ Ἥρην θαλερὴν ποιήσατ᾽ ἄκοιτιν:
δ᾽ Ἥβην καὶ Ἄρηα καὶ Εἰλείθυιαν ἔτικτε
μιχθεῖσ᾽ ἐν φιλότητι θεῶν βασιλῆι καὶ ἀνδρῶν.

αὐτὸς δ᾽ ἐκ κεφαλῆς γλαυκώπιδα Τριτογένειαν
925 δεινὴν ἐγρεκύδοιμον ἀγέστρατον Ἀτρυτώνην
πότνιαν, κέλαδοί τε ἅδον πόλεμοί τε μάχαι τε,
Ἥρη δ᾽ Ἥφαιστον κλυτὸν οὐ φιλότητι μιγεῖσα
γείνατο, καὶ ζαμένησε καὶ ἤρισε παρακοίτῃ,
ἐκ πάντων τέχνῃσι κεκασμένον Οὐρανιώνων.

Ἥρη δὲ ζαμένησε καὶ ἤρισε παρακοίτῃ.
ἐκ ταύτης δ᾽ ἔριδος μὲν τέκε φαίδιμον υἱὸν
Ἥφαιστον, φιλότητος ἄτερ Διὸς αἰγιόχοιο,
ἐκ πάντων παλάμῃσι κεκασμένον Οὐρανιώνων:
αὐτὰρ γ᾽ Ὠκεανοῦ καὶ Τηθύος ἠυκόμοιο
κούρῃ νόσφ᾽ Ἥρης παρελέξατο καλλιπαρήῳ, ...
ἐξαπαφὼν Μῆτιν καίπερ πολυδήνε᾽ ἐοῦσαν.
συμμάρψας δ᾽ γε χερσὶν ἑὴν ἐγκάτθετο νηδὺν
δείσας, μὴ τέξῃ κρατερώτερον ἄλλο κεραυνοῦ.
τοὔνεκά μιν Κρονίδης ὑψίζυγος αἰθέρι ναίων
κάππιεν ἐξαπίνης: δ᾽ αὐτίκα Παλλάδ᾽ Ἀθήνην
κύσατο: τὴν μὲν ἔτικτε πατὴρ ἀνδρῶν τε θεῶν τε
πὰρ κορυφὴν Τρίτωνος ἐπ᾽ ὄχθῃσιν ποταμοῖο.
Μῆτις δ᾽ αὖτε Ζηνὸς ὑπὸ σπλάγχνοις λελαθυῖα
ἧστο, Ἀθηναίης μήτηρ, τέκταινα δικαίων
πλεῖστα θεῶν τε ἰδυῖα καταθνητῶν τ᾽ ἀνθρώπων,
ἔνθα θεὰ παρέδεκτο ὅθεν παλάμαις περὶ πάντων
ἀθανάτων ἐκέκασθ᾽ οἳ Ὀλύμπια δώματ᾽ ἔχουσιν,
αἰγίδα ποιήσασα φοβέστρατον ἔντος Ἀθήνης:
σὺν τῇ ἐγείνατό μιν πολεμήια τεύχε᾽ ἔχουσαν.
930

Ἐκ δ᾽ Ἀμφιτρίτης καὶ ἐρικτύπου Ἐννοσιγαίου
Τρίτων εὐρυβίης γένετο μέγας, ὅστε θαλάσσης
πυθμέν᾽ ἔχων παρὰ μητρὶ φίλῃ καὶ πατρὶ ἄνακτι
ναίει χρύσεα δῶ, δεινὸς θεός. αὐτὰρ Ἄρηι
ῥινοτόρῳ Κυθέρεια Φόβον καὶ Δεῖμον ἔτικτε
935δεινούς, οἵτ᾽ ἀνδρῶν πυκινὰς κλονέουσι φάλαγγας
ἐν πολέμῳ κρυόεντι σὺν Ἄρηι πτολιπόρθῳ,
Ἁρμονίην θ᾽, ἣν Κάδμος ὑπέρθυμος θέτ᾽ ἄκοιτιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: