Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[44]
ἐπειδὴ δ᾽ ἐκεῖνοι τετελευτήκασι, κἂν νῦν νικήσωμεν, ὄνειδος ἕξομεν, διότι ἠμφισβητήθημεν, διὰ τὸν Ὀρέστην τοῦτον τὸν κακῶς ἀπολούμενον, ὃς μοιχὸς ληφθεὶς καὶ παθὼν ὅ τι προσήκει τοὺς τὰ τοιαῦτα ποιοῦντας οὐδ᾽ ὣς ἀπαλλάττεται τοῦ πράγματος, ὡς οἱ συνειδότες καταμαρτυροῦσι. τοῦτον μὲν οὖν, οἷός ἐστι, καὶ νῦν ἀκούετε καὶ αὖθις ἀκριβέστερον πεύσεσθε, ὅταν κατ᾽ αὐτοῦ τὴν δίκην ἡμεῖς εἰσίωμεν: