previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[66]

Προύβαινε δ᾽ ἀεὶ τὰ κατὰ τὴν στάσιν τῆς οἰκίας καὶ χαλεπωτέραν ἐλάμβανε τὴν ἐπίδοσιν, ἀντιμεταλαβούσης μὲν ὥσπερ ἐκ κληρονομίας τὸ κατὰ τῶν νεανίσκων μῖσος τῆς Σαλώμης καὶ πᾶν ὅσον εὐδοκιμήκει κατὰ τῆς μητρὸς αὐτῶν εἰς ἀπόνοιαν καὶ θράσος λαμβανούσης μηδένα τῶν ἐξ ἐκείνης καταλιπεῖν, ὃς δυνήσεται τιμωρῆσαι τῷ θανάτῳ τῆς δι᾽ αὐτὴν ἀνῃρημένης, [67] ἐχόντων δέ τι καὶ τῶν νεανίσκων θρασὺ καὶ δύσνουν εἰς τὸν γεγεννηκότα μνήμῃ τε τῆς μητρὸς οἷα πάθοι παρὰ τὴν ἀξίαν καὶ τῇ τοῦ κρατεῖν ἐπιθυμίᾳ. [68] πάλιν τε τὸ κακὸν ὅμοιον ἐγεγόνει τοῖς πρώτοις, βλασφημίαι μὲν ἐξ ἐκείνων εἴς τε τὴν Σαλώμην καὶ τὸν Φερώραν, κακοήθειαι δὲ τούτων εἰς τὰ μειράκια καὶ μετὰ πραγματείας ἐπιβουλή: [69] τὸ μὲν γὰρ μῖσος ἴσον ἦν ἐξ ἀλλήλων, δὲ τρόπος τοῦ μισεῖν οὐχ ὅμοιος: ἀλλ᾽ οἱ μὲν ἐν τῷ φανερῷ λοιδορηθῆναι καὶ προσονειδίσαι προπετεῖς εὐγενὲς ὑπὸ τῆς ἀπειρίας οἰόμενοι τὸ τῆς ὀργῆς ἀνυπόστολον, οἱ δ᾽ οὐ τὸν αὐτὸν τρόπον, ἀλλὰ πραγματικῶς καὶ κακοήθως ἐχρῶντο ταῖς διαβολαῖς, προέλκοντες ἀεὶ τὰ μειράκια καὶ τὸ θρασὺ καταλογιζόμενοι βίαιον ἔσεσθαι πρὸς τὸν γεγεννηκότα. [70] τὸ γὰρ οὐκ αἰδεῖσθαι ταῖς τῆς μητρὸς ἁμαρτίαις οὐδ᾽ οἴεσθαι δίκαια παθεῖν ἐκείνην ἄσχετον εἶναι πρὸς τὸ μὴ τὸν αἴτιον δοκοῦντα τιμωρήσεσθαι καὶ δι᾽ αὐτοχειρίας. [71] τέλος οὖν ἀνεπλήσθη πᾶσα πόλις τῶν τοιούτων λόγων καὶ καθάπερ ἐν τοῖς ἀγωνίσμασιν ἠλεεῖτο μὲν τῶν μειρακίων ἀπειρία, κατίσχυεν δὲ τῆς Σαλώμης ἐπιμέλεια καὶ παρ᾽ αὐτῶν ἐκείνων τὰς ἀφορμὰς τοῦ μὴ ψευδῆ λέγειν ἐλάμβανεν. [72] οἱ γὰρ οὕτως ἀχθόμενοι τῷ θανάτῳ τῆς μητρός, ἐπειδὴ κἀκείνην καὶ σφᾶς αὐτοὺς κακῶς ἔλεγεν, ἐφιλονείκουν ἐλεεινὴν μέν, ὥσπερ ἦν, ἀποφαίνειν τὴν καταστροφὴν τῆς μητρός, ἐλεεινοὺς δὲ αὐτούς, οἳ τοῖς ἐκείνης φονεῦσιν ἀναγκάζονται συζῆν καὶ τῶν αὐτῶν μεταλαμβάνειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: