Click on a word to bring up parses, dictionary entries, and frequency statistics
σκέψασθε δέ, ὡς πόρρωθεν ἐπὶ τὴν αἰτίαν ταύτην παρεσκευάζετο. ἔστι γάρ τις ἐπιδημῶν εἰς τὴν πόλιν1 Ἀριστοφάνης Ὀλύνθιος: τούτῳ συσταθεὶς ὑπό τινων καὶ πυθόμενος ὡς εἰπεῖν δύναται, ὑπερεκθεραπεύσας αὐτὸν καὶ προσαγαγόμενος, ἔπειθεν ἐμοῦ τὰ ψευδῆ καταμαρτυρεῖν πρὸς ὑμᾶς, κἂν παρελθὼν ἐθελήσῃ σχετλιάσαι σαὶ καὶ λέγειν ὡς εἰς οἰκείαν αὑτοῦ γυναῖκα2 αἰχμάλωτον γεγενημένην πεπαρῴνηκα, πεντακοσίας μὲν ἤδη δραχμὰς ὑπισχνεῖτο αὐτῷ δώσειν, πεντακοσίας δ᾽ ἑτέρας, ἐπειδὰν καταμαρτυρήσῃ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.