Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[29]
ἵνα δὲ μὴ μόνον Διομήδην, ἀλλὰ καὶ τὴν πόλιν ὅλην ὑβρίζων ἐπιδείξειε,1 τὰ πομπεῖα παρὰ τῶν ἀρχιθεώρων αἰτησάμενος, ὡς εἰς τἀπινίκια2 τῇ προτεραίᾳ3 τῆς θυσίας4 χρησόμενος, ἐξηπάτησε καὶ ἀποδοῦναι οὐκ ἤθελε, βουλόμενος τῇ ὑστεραίᾳ πρότερος τῆς πόλεως χρήσασθαι τοῖς χρυσοῖς χερνιβίοις5 καὶ θυμιατηρίοις. ὅσοι μὲν οὖν τῶν ξένων μὴ ἐγίγνωσκον ἡμέτερα ὄντα, τὴν πομπὴν τὴν κοινὴν ὁρῶντες ὑστέραν οὖσαν τῆς Ἀλκιβιάδου τοῖς τούτου πομπείοις χρῆσθαι ἐνόμιζον ἡμᾶς: ὅσοι δὲ ἢ παρὰ τῶν πολιτῶν ἤκουον ἢ καὶ ἐπεγίγνωσκον τὰ τούτου, κατεγέλων ἡμῶν, ὁρῶντες ἕνα ἄνδρα μεῖζον ἁπάσης6 τῆς πόλεως δυνάμενον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.