Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ὁρᾶτε γάρ, ὦ Ἀθηναῖοι, ὅτι παρὰ μὲν ὑμῖν Δημοσθένης οὑτοσὶ κρίνεται, παρὰ δὲ τοῖς ἄλλοις ὑμεῖς: οἳ σκοποῦσι τίνα ποτὲ γνώμην ἕξετε περὶ τῶν τῇ πατρίδι συμφερόντων, καὶ πότερον τὰς ἰδίας τούτων δωροδοκίας καὶ πονηρίας ἀναδέξεσθ᾽1 εἰς ὑμᾶς αὐτούς, ἢ φανερὸν πᾶσιν ἀνθρώποις ποιήσετε διότι μισεῖτε τοὺς κατὰ τῆς πολιτείας δῶρα λαμβάνοντας, καὶ οὐχ ἵν᾽ ἀφῆτε ζητεῖν προσετάξατε τῇ ἐξ Ἀρείου πάγου βουλῇ, ἀλλ᾽ ἵν᾽ ἀποφηνάντων τούτων ὑμεῖς τιμωρήσησθε τῶν ἀδικημάτων ἀξίως. νυνὶ τοίνυν τοῦτ᾽ ἐφ᾽ ὑμῖν ἐστι.
1 ἀναδέξεσθε Stephanus: ἀναδέχεσθε codd.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.