Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[81]
τοιοῦτος ὑμῖν ὁ σύμβουλος, καὶ δύο ταύτας μόνας ἐν τῷ βίῳ1 Δημοσθένης πεποίηται ἀποδημίας, μετὰ τὴν μάχην ὅτ᾽ ἀπεδίδρασκεν ἐκ τῆς πόλεως, καὶ νῦν εἰς Ὀλυμπίαν, ἐπεὶ Νικάνορι διὰ τῆς ἀρχεθεωρίας ἐντυχεῖν ἐβούλετο. ἄξιόν γε τούτῳ παρακαταθέσθαι τὴν πόλιν καὶ ἐπιτρέψαι2 κινδυνεύειν μέλλοντας, ὃς ὅτε μὲν ἔδει μάχεσθαι μετὰ τῶν ἄλλων τοῖς πολεμίοις, λιπὼν τὴν τάξιν ᾤχετο ἀπιὼν οἴκαδε, ἐπειδὴ δὲ προσῆκεν οἴκοι κινδυνεύειν μετὰ τῶν ἄλλων, πρεσβευτὴν αὐτὸς αὑτὸν προβαλόμενος3 ᾤχετο ἐκ τῆς πόλεως ἀποδρὰς,
1 ἐν τῷ βίῳ] delendum ci. Maetzner, qui post μάχην interpunxit.
2 ἐπιτρέψαι Α: ἐπιτρέψειν Ν.
3 προβαλόμενος A corr. ras.: προβαλλόμενος A pr. N.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.