next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[ηψποτηεσις] τὸν Ἐρχίεων δῆμον εἰς τὸ δικαστήριον προσκαλεῖταί1 τις τῶν ἀποψηφισθέντων ὡς ἀδίκως τῆς πολιτείας ἀπελαυνόμενος. ἐγράφη γὰρ δή τις ὑπὸ τῶν Ἀθηναίων νόμος, ἐξέτασιν γενέσθαι τῶν πολιτῶν κατὰ δήμους, τὸν δὲ ἀποψηφισθέντα ὑπὸ τῶν δημοτῶν τῆς πολιτείας μὴ μετέχειν, τοῖς δὲ ἀδίκως ἀποψηφισθεῖσιν ἔφεσιν εἰς τὸ δικαστήριον εἶναι προσκαλεσαμένοις τοὺς δημότας, καὶ ἐὰν τὸ δεύτερον ἐξελεγχθῶσι, πεπρᾶσθαι αὐτοὺς καὶ τὰ χρήματα εἶναι δημόσια. κατὰ τοῦτον τὸν νόμον Εὐφίλητος, προσκαλεσάμενος τοὺς Ἐρχιέας ὡς ἀδίκως καταψηφισαμένους αὑτοῦ, τὸν ἀγῶνα τόνδε διατίθεται. προείρηται μὲν δὴ τὰ πράγματα ταῦτ᾽ ἀκριβῶς καὶ πεπίστωται διὰ τῶν μαρτύρων: οἷς δὲ βεβαίως βούλεται ποιῆσαι τὰς μαρτυρίας, τάδ᾽ ἐστίν, ὡς μὲν ἐγὼ δόξης ἔχω, πάντ᾽ ἀκριβῶς ἐξειργασμένα, κρινέτω δὲ βουλόμενος εἰ τὰ προσήκοντα ἔγνωκα περὶ αὐτῶν.

load focus English (1962)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: