[221δ]
Ξένος
καὶ νῦν δὴ τοῦτον ἰδιώτην θήσομεν, ὦ Θεαίτητε, ἢ παντάπασιν ὡς ἀληθῶς σοφιστήν;Θεαίτητος
οὐδαμῶς ἰδιώτην: μανθάνω γὰρ ὃ λέγεις, ὡς παντὸς δεῖ τοιοῦτος εἶναι τό γε ὄνομα τοῦτο ἔχων.Ξένος
ἀλλά τινα τέχνην αὐτὸν ἡμῖν ἔχοντα, ὡς ἔοικε, θετέον.Θεαίτητος
τίνα ποτ᾽ οὖν δὴ ταύτην;Ξένος
ἆρ᾽ ὦ πρὸς θεῶν ἠγνοήκαμεν τἀνδρὸς τὸν ἄνδρα ὄντα συγγενῆ;Θεαίτητος
τίνα τοῦ;Ξένος
τὸν ἀσπαλιευτὴν τοῦ σοφιστοῦ.Θεαίτητος
πῇ;Ξένος
θηρευτά τινε καταφαίνεσθον ἄμφω μοι.