Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὸ 1 καταλαμβανόμενον. πρῶτον μὲν οὖν ὥσπερ ἀφ᾽ ἑστίας ἀρξάμενοι τῆς τοῦ βίου φήμης ἣν ὑπὲρ φίλων βεβαίων ἀπολέλοιπεν ἡμῖν, τὸν μακρὸν καὶ παλαιὸν αἰῶνα μάρτυρα ἅμα τοῦ λόγου καὶ σύμβουλον λάβωμεν, ἐν ᾧ κατὰ ζεῦγος φιλίας λέγονται Θησεὺς,: καὶ Πειρίθους, Ἀχιλλεὺς καὶ Πάτροκλος, Ὀρέστης καὶ Πυλάδης, Φιντίας καὶ Δάμων, Ἐπαμεινώνδας καὶ Πελοπίδας: σύννομον γὰρ ἡ φιλία ζῷον οὐκ ἀγελαῖόν ἐστιν οὐδὲ κολοιῶδες, καὶ τὸ ἄλλον αὑτὸν ἡγεῖσθαι τὸν φίλον καὶ [p. 227] προσαγορεύειν ἑταῖρον ἕτερον οὐδέν 2 ἐστιν ἢ μέτρῳ φιλίας τῇ δυάδι χρωμένων. οὔτε γὰρ δούλους οὔτε φίλους
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.