previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀρεταφίλα

Ἀρεταφίλα δ᾽ Κυρηναία παλαιὰ μὲν οὐ γέγονεν ἀλλ᾽ ἐν τοῖς Μιθριδατικοῖς καιροῖς, ἀρετὴν δὲ καὶ πρᾶξιν ἐνάμιλλον τῇ βουλῇ1 τῶν ἡρωίδων παρέσχεν. ἦν δὲ θυγάτηρ μὲν Αἰγλάτορος Φαιδίμου δὲ γυνή, γνωρίμων ἀνδρῶν: καλὴ δὲ τὴν ὄψιν οὖσα, καὶ τὸ2 φρονεῖν ἐδόκει περιττή τις εἶναι καὶ πολιτικῆς δεινότητος οὐκ ἄμοιρος: ἐπιφανῆ δ᾽ αὐτὴν αἱ κοιναὶ τύχαι τῆς πατρίδος ἐποίησαν.

Νικοκράτης γὰρ ἐπαναστὰς Κυρηναίοις τύραννος [p. 542] ἄλλους τε πολλοὺς ἐφόνευε τῶν πολιτῶν καὶ τὸν ἱερέα τοῦ Ἀπόλλωνος αὐτόχειρ ἀνελὼν Μελάνιππον, ἔσχε3 τὴν ἱερωσύνην ἀνεῖλε δὲ καὶ Φαίδιμον τὸν τῆς Ἀρεταφίλας ἄνδρα καὶ τὴν Ἀρεταφίλαν ἔγημεν ἄκουσαν. πρὸς δὲ μυρίοις ἄλλοις παρανομήμασι φύλακας ἐπὶ τῶν πυλῶν κατέστησεν, οἳ τοὺς ἐκφερομένους νεκροὺς ἐλυμαίνοντο νύττοντες ξιφιδίοις καὶ καυτήρια προσβάλλοντες ὑπὲρ τοῦ μηδένα τῶν πολιτῶν ὡς νεκρὸν λαθεῖν ἐκκομιζόμενον.

δύσφορα μὲν οὖν καὶ4 τῇ Ἀρεταφίλᾳ τὰ οἰκεῖα κακά, καίπερ ἐνδιδόντος αὐτῇ δι᾽ ἔρωτα τοῦ τυράννου πλεῖστον ἀπολαύειν τῆς δυνάμεως ἥττητο γὰρ ἐκείνης καὶ μόνῃ χειροήθη παρεῖχεν αὑτὸν ἄτεγκτος ὢν τἄλλα καὶ θηριώδης: ἠνία δὲ μᾶλλον αὐτὴν πατρὶς οἰκτρὰ πάσχουσα παρ᾽ ἀξίαν. ἄλλος γὰρ ἐπ᾽ ἄλλῳ τῶν πολιτῶν ἐσφάττετο, τιμωρία δ᾽ ἀπ᾽ οὐδενὸς ἠλπίζετο: καὶ γὰρ οἱ φυγάδες, ἀσθενεῖς παντάπασιν ὄντες καὶ περίφοβοι, διεσπάρησαν. αὑτὴν οὖν Ἀρεταφίλα ὑποθεῖσα μόνην τοῖς κοινοῖς ἐλπίδα, καὶ τὰ Θήβης ζηλώσασα τῆς Φεραίας καλὰ καὶ περιβόητα τολμήματα, συμμάχων δὲ πιστῶν καὶ οἰκείων, οἵους ἐκείνῃ τὰ πράγματα παρέσχεν, ἔρημος οὖσα, φαρμάκοις ἐπεχείρησε διεργάσασθαι τὸν ἄνδρα. παρασκευαζομένη δὲ καὶ πορίζουσα καὶ διαπειρωμένη πολλῶν δυνάμεων οὐκ ἔλαθεν ἀλλ᾽ ἐμηνύθη: καὶ γενομένων [p. 544] ἐλέγχων, Καλβία μὲν τοῦ Νικοκράτους μήτηρ, φύσει φονικὴ γυνὴ καὶ ἀπαραίτητος, εὐθὺς ᾤετο δεῖν ἀναιρεῖν αἰκισαμένην5 τὴν Ἀρεταφίλαν τοῦ δὲ Νικοκράτους μέλλησιν ἐνεποίει τῇ ὀργῇ καὶ ἀσθένειαν ἔρως, καὶ τὸ τὴν Ἀρεταφίλαν ἐρρωμένως ὁμόσε χωρεῖν ταῖς κατηγορίαις ἀμύνουσαν ἑαυτῇ πρόφασίν τινα τῷ πάθει παρεῖχεν. ἐπεὶ δὲ κατελαμβάνετο τοῖς ἐλέγχοις καὶ τὴν παρασκευὴν τῆς φαρμακείας ἑώρα μὴ δεχομένην ἄρνησιν, ὡμολόγει, παρεσκευάσθαι δ᾽ οὐκ ὀλέθριον φαρμακείανἀλλ᾽ ὑπὲρ μεγάλων,’ εἶπεν, ‘ ἄνερ, ἀγωνίζομαι, τῆς σῆς εὐνοίας πρὸς ἐμὲ καὶ δόξης καὶ δυνάμεως, ἣν διὰ σὲ καρποῦμαι πολλαῖς ἐπίφθονος οὖσα κακαῖς γυναιξὶν ὧν φάρμακα δεδοικυῖα καὶ μηχανὰς ἐπείσθην ἀντιμηχανήσασθαι, μωρὰ μὲν ἴσως καὶ γυναικεῖα, θανάτου δ᾽ οὐκ ἄξια: πλὴν εἰ κριτῇ σοι δόξειε φίλτρων ἕνεκα καὶ γοητείας κτεῖναι γυναῖκα, πλεῖον σὺ βούλει φιλεῖσθαι δεομένην. ’

τοιαῦτα τὴν Ἀρεταφίλαν ἀπολογουμένην ἔδοξε τῷ Νικοκράτει βασανίσαι καὶ τῆς Καλβίας ἐφεστώσης ἀτέγκτου καὶ ἀπαραιτήτου, ταῖς βασάνοις ἀνέκρινε: καὶ διεφύλαττεν αὑτὴν ἀήττητον ἐν ταῖς ἀνάγκαις ἄχρι καὶ τὴν Καλβίαν ἀποκαμεῖν ἄκουσαν.6 δὲ Νικοκράτης ἀφῆκε πεισθεὶς καὶ μετενόει βασανίσας: καὶ χρόνον οὐ πολὺν διαλιπὼν αὖθις ἧκεν ὑπὸ τοῦ πάθους εἰς αὐτὴν φερόμενος, καὶ συνῆν αὖθις ἀναλαμβάνων τιμαῖς καὶ φιλοφροσύναις τὴν εὔνοιαν. δ᾽ οὐκ ἔμελλε χάριτος [p. 546] ἡττᾶσθαι κρατήσασα βασάνων καὶ πόνων, ἀλλὰ τῷ φιλοκάλῳ φιλονικίας7 προσγενομένης ἑτέρας ἥπτετο μηχανῆς.

ἦν γὰρ αὐτῇ θυγάτηρ ἀνδρὸς ὥραν ἔχουσα καὶ τὴν ὄψιν ἱκανή8: ταύτην ὑφῆκε τἀδελφῷ τοῦ τυράννου δέλεαρ, ὄντι μειρακίῳ πρὸς ἡδονὰς εὐαλώτῳ. πολὺς δὲ λόγος ἐστὶ χρησαμένην γοητείᾳ καὶ φαρμάκοις ἐπὶ τῇ κόρῃ τὴν Ἀρεταφίλαν, χειρώσασθαι καὶ διαφθεῖραι τοῦ νεανίσκου τὸν λογισμόν: ἐκαλεῖτο δὲ Λέανδρος. ἐπεὶ δ᾽ ἡλώκει καὶ λιπαρήσας τὸν ἀδελφὸν ἔτυχε τοῦ γάμου, τὰ μὲν κόρη παρῆγεν αὐτὸν ὑπὸ τῆς μητρὸς διδασκομένη καὶ ἀνέπειθεν ἐλευθεροῦν τὴν πόλιν, ὡς μηδ᾽ αὐτὸν ἐλεύθερον ἐν τυραννίδι ζῶντα μηδὲ τοῦ λαβεῖν γάμον φυλάξαι κύριον ὄντα, τὰ δ᾽ οἱ φίλοι τῇ Ἀρεταφίλᾳ χαριζόμενοι διαβολάς τινας ἀεὶ καὶ ὑπονοίας κατεσκεύαζον αὐτῷ πρὸς τὸν ἀδελφόν. ὡς δ᾽ ᾔσθετο καὶ τὴν Ἀρεταφίλαν τὰ αὐτὰ9 βουλευομένην καὶ σπουδάζουσαν, ἐπεχείρει τὸ ἔργον,10 καὶ Δάφνιν οἰκέτην παρορμήσας ἀπέκτεινε δι᾽ ἐκείνου τὸν Νικοκράτην. τὰ λοιπὰ δ᾽ οὐκέτι τῇ Ἀρεταφίλᾳ προσεῖχεν, ἀλλ᾽ εὐθὺς ἔδειξε τοῖς ἔργοις ἀδελφοκτόνος οὐ τυραννοκτόνος γεγονώς: ἦρχε γὰρ ἐμπλήκτως καὶ ἀνοήτως. τιμὴ δέ τις ὅμως ἦν τῆς Ἀρεταφίλας παρ᾽ αὐτῷ καὶ δύναμις, οὐκ ἀπεχθανομένης οὐδὲ πολεμούσης ἄντικρυς ἀλλ᾽ ἀδήλως διαταττούσης τὰ πράγματα. πρῶτον μὲν γὰρ αὐτῷ Λιβυκὸν ὑπεκίνησε πόλεμον, [p. 548] Ἀνάβουν τινὰ πείσασα δυνάστην τὴν χώραν ἐπιδραμεῖν καὶ τῇ πόλει προσαγαγεῖν, ἔπειτα διέβαλε τοὺς φίλους καὶ τοὺς στρατηγοὺς πρὸς τὸν Λέανδρον, ὡς πολεμεῖν οὐκ ὄντας προθύμους, εἰρήνης δὲ μᾶλλον δεομένους καὶ ἡσυχίας, ἣν καὶ τὰ πράγματα ποθεῖν αὐτοῦ καὶ τὴν τυραννίδα, βουλομένου βεβαίως κρατεῖν τῶν πολιτῶν αὐτὴ δὲ πράξειν ἔφη τὰς διαλύσεις καὶ τὸν Ἀνάβουν εἰς λόγους αὐτῷ συνάξειν, ἐὰν κελεύῃ, πρὶν ἀνήκεστόν τι τὸν πόλεμον ἐξεργάσασθαι. κελεύσαντος δὲ τοῦ Λεάνδρου, πρότερον αὐτὴ τῷ Λίβυι διελέχθη, συλλαβεῖν δεομένη τὸν τύραννον ἐπὶ δωρεαῖς μεγάλαις καὶ χρήμασιν, ὅταν εἰς λόγους αὐτῷ παραγένηται. πεισθέντος δὲ τοῦ Λίβυος, ὤκνει μὲν Λέανδρος, αἰδεσθεὶς δὲ τὴν Ἀρεταφίλαν αὐτὴν παρέσεσθαι φάσκουσαν, ἐξῆλθεν ἄνοπλος καὶ ἀφύλακτος. ὡς δ᾽ ἐγγὺς ἦλθε καὶ τὸν Ἀνάβουν εἶδεν, αὖθις ἐδυσχέραινε καὶ περιμένειν ἐβούλετο τοὺς δορυφόρους: δ᾽ Ἀρεταφίλα παροῦσα τὰ μὲν ἐθάρρυνεν αὐτὸν τὰ δ᾽ ἐκάκιζε: τέλος δὲ γενομένης διατριβῆς, ἐφελκυσαμένη τῆς χειρὸς ἰταμῶς πάνυ καὶ τεθαρρηκότως προσήγαγε τῷ βαρβάρῳ καὶ παρέδωκεν. εὐθὺς οὖν ἀνήρπαστο καὶ συνείληπτο καὶ δεθεὶς ὑπὸ τῶν Λιβύων ἐτηρεῖτο, ἄχρι οὗ τὰ χρήματα τῇ Ἀρεταφίλᾳ κομίζοντες οἱ φίλοι παρεγένοντο μετὰ τῶν ἄλλων πολιτῶν. πυθόμενοι γὰρ οἱ πλεῖστοι ἐξέδραμον ἐπὶ τὴν παράκλησιν ὡς δ᾽ εἶδον τὴν Ἀρεταφίλαν, ὀλίγον11 ἐδέησαν ἐκλαθέσθαι τῆς πρὸς τὸν τύραννον ὀργῆς, καὶ πάρεργον τὴν ἐκείνου [p. 550] τιμωρίαν ἐνόμιζον: ἔργον δὲ πρῶτον ἦν αὐτοῖς καὶ ἀπόλαυσμα τῆς ἐλευθερίας ἐκείνην ἀσπάσασθαι μετὰ χαρᾶς καὶ δακρύων, ὥσπερ ἀγάλματι θεοῦ προσπίπτοντας. ἄλλων δ᾽ ἐπ᾽ ἄλλοις ἐπιρρεόντων, μόλις ἑσπέρας τὸν Λέανδρον παραλαβόντες ἐπανῆλθον εἰς τὴν πόλιν. ἐπεὶ δὲ τῶν τιμῶν τῆς Ἀρεταφίλας καὶ τῶν ἐπαίνων ἐνεπλήσθησαν, οὕτω τραπόμενοι πρὸς τοὺς τυράννους τὴν μὲν Καλβίαν ζῶσαν κατέκαυσαν, τὸν δὲ Λέανδρον ἐνράψαντες εἰς βύρσαν κατεπόντισαν. ἠξίουν δὲ τὴν Ἀρεταφίλαν συνάρχειν καὶ συνδιοικεῖν τοῖς ἀρίστοις ἀνδράσι τὴν πολιτείαν. δ᾽ ὡς ποικίλον τι δρᾶμα καὶ πολυμερὲς ἀγωνισαμένη μέχρι στεφάνου διαδόσεως, ὡς ἐπεῖδε τὴν πόλιν ἐλευθέραν, εὐθὺς εἰς τὴν γυναικωνῖτιν ἐνεδύετο, καὶ τοῦ πολυπραγμονεῖν ὁτιοῦν παραβαλλομένη,12 τὸν λοιπὸν χρόνον ἐν ἱστοῖς ἡσυχίαν ἄγουσα μετὰ τῶν φίλων καὶ οἰκείων διετέλεσεν.

1 τῇ βουλῇ] τῇ βελτίστῃ S. A. Naber, wrongly.

2 τὸ] τῷ Wyttenbach.

3 ἔσχε F.C.B.: εἶχε.

4 Pantazides would place καὶ after Ἀρεταφίλᾳ.

5 αἰκισαμένην] αἰκισάμενον Meziriacus.

6 ἄκουσαν] κακοῦσαν S. A. Naber, wrongly as ἀνέκρινε (just above) shows.

7 φιλονικίας F.C.B.: φιλονεικίας.

8 ἱκανὴ] καλὴ S. A. Naber, wrongly, for the second sentence below shows that her beauty was not overpowering.

9 τὰ αὐτὰ] ταὐτὰ Dinse, proper but not necessary.

10 τὸ ἔργον] τῷ ἔργῳ Turnebus.

11 ὀλίγον in Hutten's edition: ὀλίγου, however, the reading of the mss., may stand.

12 παραβαλλομένη] περιβαλλομένη in some mss.

load focus English (Frank Cole Babbitt, 1931)
load focus Greek (Gregorius N. Bernardakis, 1889)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: