Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ὕφους τῷ μὴ
προσμένειν τὸ ἔλαιον ἀλλ᾽ ἀπορρεῖν καὶ ἀπολισθάνειν, τῆς λεπτότητος
καὶ πυκνότητος οὐ διιείσης; 1 καὶ μὴν οὐ μόνον πρὸς τὴν ἀναχάραξιν τοῦ
ἰοῦ χρήσαιτ᾽ ἄν τις 2 τῇ λεπτότητι τοῦ ἀέρος,
ἀλλὰ καὶ τὴν χρόαν αὐτὴν 3 ποιεῖν ἔοικεν
ἡδίονα καὶ γλαυκοτέραν, ἀναμιγνύουσα τῷ
κυάνῳ 4 φῶς καὶ αὑγήν’
ἐκ τούτου γενομένης σιωπῆς, πάλιν οἱ περιηγηταὶ προεχειρίζοντο 5 τὰς ῥήσεις. χρησμοῦ δέ τινος ἐμμέτρου
λεχθέντος, οἶμαι, περὶ τῆς Αἴγωνος τοῦ Ἀργείου βασιλείας, πολλάκις ἔφη θαυμάσαι τῶν ἐπῶν ὁ Διογενιανός, ἐν
οἷς οἱ χρησμοὶ λέγονται, τὴν φαυλότητα καὶ τὴν εὐτέλειαν. καίτοι
μουσηγέτης ὁ θεός, καὶ τῆς λεγομένης λογιότητος οὐχ ἧττον αὐτῷ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.