Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ θαρρῆσαι πρὸς τὴν πρᾶξιν,
ὦ Ἱπποσθενείδα, παρέστη, καίπερ ἱεροῖς ἀεὶ χρησαμένῳ καλοῖς ὑπὲρ
τῶν φυγάδων, ὡς ἀπὸ τῆς ὄψεως ταύτης: εἴ γε φῶς μὲν πολὺ καὶ
λαμπρὸν ἐν τῇ πόλει λέγεις ἐξ οἰκίας
φίλης ἀνασχεῖν, καπνῷ δὲ συμμελανθῆναι τὸ τῶν πολεμίων οἰκητήριον,
οὐδὲν οὐδέποτε δακρύων καὶ ταραχῆς φέροντι κρεῖττον: ἀσήμους δὲ φωνὰς
ἐκφέρεσθαι παρ᾽ ἡμῶν, ὥστε κἂν εἴ τις ἐπιχειροίη 1 κατηγορεῖν, περιφώνησιν
2 ἀσαφῆ καὶ τυφλὴν ὑπόνοιαν ἡ πρᾶξις λαβοῦσα μόνον ἅμα καὶ φανήσεται καὶ
κρατήσει 3. δυσιερεῖν δέ γε θύοντας εἰκός ἡ γὰρ ἀρχὴ
[p. 519] καὶ τὸ ἱερεῖον οὐ δημόσιον ἀλλὰ τῶν κρατούντων
ἐστίν.’ ἔτι δὲ τοῦ Θεοκρίτου λέγοντος, λέγω πρὸς τὸν
Ἱπποσθενείδαν ‘τίνα πρὸς τοὺς ἄνδρας ἐξαπέστειλας; ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.