nicarchus ii
1 ξεῖνε, τί μὰν πεύθῃ; 2 τίνες ἐν χθονὶ τοῖσδ᾽ ὑπὸ τύμβοις;
3 οὓς γλυκεροῦ φέγγους Ζώπυρος ἐστέρισεν, [p. 130]
Δᾶμις, Ἀριστοτέλης, Δημήτριος, Ἀρκεσίλαος,
Σώστρατος, οἵ τ᾽ ὀπίσω μέχρι Παραιτονίου.
κηρύκιον γὰρ ἔχων ξύλινον, καὶ πλαστὰ πέδιλα,
ὡς Ἑρμῆς, κατάγει τοὺς θεραπευομένους.