previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἐλεγειῶν


ἀλλ᾽ οἱ παλαιοὶ τὴν ἀνδρείαν ὑπελάμβανον εἶναι μεγίστην τῶν πολιτικῶν ἀρετῶν ... Ἀρχίλοχος γοῦν ἀγαθὸς ὦν ποιητὴς πρῶτον ἐκαυχήσατο τὸ δύνασθαι μετέχειν τῶν πολιτικῶν ἀγώνων, δεύτερον δ᾽ ἐμνήσθη τῶν περὶ τὴν ποιητικὴν ὑπαρχόντων αὐτῷ, λέγων:

εἰμὶ δ᾽ ἐγὼ θεράπων μὲν Ἐνυαλίοιο ἄνακτος,
καὶ Μουσέων ἐρατὸν δῶρον ἐπιστάμενος.

CURFRAG.tlg-0232.1
Ath. 14. 627c
Ἀρχίλοχος τὸν Νάξιον οἶνον τῷ νέκταρι παραβάλλει: ὅς καί πού φησιν:

ἐν δορὶ μὲν μοι μᾶζα μεμαγμένη, ἐν δορὶ δ᾽ οἶνος
Ἰσμαρικός, πίνω δ᾽ ἐν δορὶ κεκλιμένος.

CURFRAG.tlg-0232.2
Ath. 1. 30f

οἱ δὲ Ἄβαντες ἐκείραντο πρῶτοι τὸν τρόπον τοῦτον, οὐχ ὑπ᾽ Ἀράβων διδαχθέντες, ὡς ἔνιοι νομίζουσιν, οὺδὲ Μυσοὺς ζηλώσαντες, ἀλλ᾽ ὄντες πολεμικοὶ καὶ ἀγχέμαχοι καὶ μάλιστα δὴ πάντων εἰς χεῖρας ὠθεῖσθαι τοῖς ἐναντίοις μεμαθηκότες, ὡς μαρτυρεῖ καὶ Ἀρχίλοχος ἐν τούτοις:

οὔ τοι πόλλ᾽ ἐπὶ τόξα τανύσσεται οὐδὲ θαμειαὶ
σφενδόναι, εὖτ᾽ ἂν δὴ μῶλον Ἄρης συνάγῃ
ἐν πεδίῳ: ξιφέων δὲ πολύστονον ἔσσεται ἔργον:
ταύτης γὰρ κεῖνοι δαίμονές εἰσι μάχης
δεσπόται Εὐβοίης δουρικλυτοί.

CURFRAG.tlg-0232.3
ὅπως οὖν μὴ παρέχοιεν ἐκ τῶν τριχῶν ἀντίληψιν τοῖς πολεμίοις ἀπεκείραντο.

Plut. Vit. Thes. 5

κώθων Λακωνικὸν ποτήριον ... μνημονεύει αἰτοῦ καὶ Ἀρχίλοχος ἐν Ἐλεγείοις ὡς ποτηρίου οὕτως:

ἀλλ᾽ ἄγε, σὺν κώθωνι θοῆς διὰ σέλματα νηὸς
φοίτα καὶ κοΐλων πώματ᾽ ἄφελκε κάδων,
ἄγρει δ᾽ οἶνον ἐρυθρὸν ἀπὸ τρυγός: οὐδὲ γὰρ ἡμεῖς
νήφειν ἐν φυλακῇ τῇδε δυνησόμεθα.

CURFRAG.tlg-0232.4
Ath. 11 483b
παρέξ: μετὰ γοῦν τῆς διά οὖσα ἐξ οὐ τρέπει τὸ ξ:

διὲξ σωλῆνος ἐς ἄγγος

CURFRAG.tlg-0232.5
Sch. Il. 9.7
Ἀρχίλοχον τὸν ποιητὴν ἐν Λακεδαίμονι γενόμενον αὐτῦς ὥρας ἐδίωξαν, διότι ἐπέγνωσαν αὐτὸν πεποιηκότα ὡς κρεῖττόν ἐστιν ἀποβαλεῖν τὰ ὅπλα ἀποθανεῖν:

ἀσπίδι μὲν Σαΐων τις ἀγάλλεται, ἣν παρὰ θάμνῳ1
ἔντος ἀμώμητον κάλλιπον οὐκ ἐθέλων:
αὐτὸν δ᾽ ἔκ μ᾽ ἐσάωσα: τί μοι μέλει ἀσπὶς ἐκεινη;
ἐρρέτω: ἐξαῦτις κτήσομαι οὐ κακίω.

CURFRAG.tlg-0232.6
Plut. Lac. Inst.
ὃν φοίνιος Ἄρης οὐκ ἐξένισεν: ξένια γὰρ Άρεως τραύματα καὶ φόνοι. καὶ Ἀρχίλοχος:

ξείνια δυσμενέσιν λυγρὰ χαριζόμενος

CURFRAG.tlg-0232.7
Sch. Soph. El. 96
ἐπίρρητις: ψόγος καὶ κακηγορία. ἔνθεν λοιπὸν καὶ ἐπίρρητος. Ἀρχίλοχος ἐν Ἐλεγείοις:

Αἰσιμίδη, δήμου μὲν ἐπίρρησιν μελεδαίνων
οὐδεὶς ἂν μάλα πόλλ᾽ ἱμερόεντα πάθοι.

CURFRAG.tlg-0232.8
Orion 55. 22
παρηγορικά: Ἀρχιλόχου:

κήδεα μὲν στονόεντα, Περίκλεες, οὔτε τις ἀστῶν
μεμφόμενος θαλίῃς τέρψεται οὔτε πόλις:
τοίους γὰρ κατὰ κῦμα πολυφλοίσβοιο θαλάσσης
ἔκλυσεν, οἰδαλέους δ᾽ ἀμφ᾽ ὀδύνῃς ἔχομεν2
πνεύμονας: ἀλλὰ θεοὶ γὰρ ἀνηκέστοισι κακοῖσιν,
φίλ᾽, ἐπὶ κρατερὴν τλημοσύνην ἔθεσαν
φάρμακον: ἄλλοτε δ᾽ ἄλλον ἔχει τάδε: νῦν μὲν ἐς ἡμέας
ἐτράπεθ᾽, αἱματόεν δ᾽ ἕλκος ἀναστένομεν,
ἐξαῦτις δ᾽ ἑτέρους ἐπαμείψεται: ἀλλὰ τάχιστα
10τλῆτε γυναικεῖον πένθος ἀπωσάμενοι.

CURFRAG.tlg-0232.9
Stob. Fl 124. 30
τὸ δὲ δωρεὰν ἐπὶ σαμφορᾶς λαμβάνεται καὶ ἐπὶ κακοῦ. ὡς καὶ Ἀρχίλοχος:

κρύπτωμεν δ᾽ ἀνιηρὰ Ποσειδάωνος ἄνακτος δῶρα.

CURFRAG.tlg-0232.10
Sch. Aesch. P.V. 616
θεσσάμενοι παίδων γένος: θεσσάμενοι, ἐξ αἰτήσεως ἀναλαβόντες, αἰτήσαντες: καὶ Ἀρχίλοχος:

Παλλάδ᾽ ἐϋπλόκαμον πολιῆς ἁλὸς ἐν πελάγεσσι
θεσσάμενοι γλυκερὸν νόστον

CURFRAG.tlg-0232.11
Sch. Ap. Rh. i. 824

οἷον εὐθὺς Ἀρχίλοχος, ὅταν μὲν εὐχόμενος λέγῃ: fr. 75 αὐτὸν θὲον ἐπικαλούμενος δῆλός ἐστιν: ὅταν δὲ τὸν ἄνδρα τῆς ἀδελφῆς ἠθανισμένον ἐν θαλάττῃ καὶ μὴ τυχόντα νομὶμου ταφῆς θρηνῶν λέγῃ μετριώτερον ἂν τὴν συμφορὰν ἐνεγκεῖν,

εἰ κείνου κεφαλὴν καὶ χαρίεντα μέλεα
Ἥφαιστος καθαροῖσιν ἐν εἵμασιν ἀμφεπονήθη

CURFRAG.tlg-0232.12
τὸ πῦρ οὕτως οὐ τὸν θεὸν προσηγόρευσεν.

Plut. Aud. Poet. 6. 23a

πάλιν Ἀρχίλοχος οὐκ ἐπαινεῖται λυπούμενος μὲν ἐπὶ τῷ ἀνδρὶ τῆς ἀδελφῆς διεφθαρμένῳ κατὰ θάλατταν, οἴνῳ δὲ καὶ παιδιᾷ πρὸς τὴν λύπην μάχεσθαι διανοούμενος: αἰτίαν μέντοι λόγον ἔχουσαν εἴρηκεν:

οὔτε τι γὰρ κλαίων ἰήσομαι οὔτε κάκιον
θήσω τερπωλὰς καὶ θαλίας ἐφέπων.

CURFRAG.tlg-0232.13
εἰ γὰρ ἐκεῖνος οὐδὲν ἐνόμιζεν ποιήσειν κάκιον τερπωλὰς καὶ θαλίας ἐφέπων, πῶς ἡμῖν τὰ παρόντα χεῖρον ἕξει φιλοτοφοῦσι κτλ.

Plut. Aud. Poet. 12. 33 b

τούτων μὲν διὰ τὸ χρήσιμόν ἐστιν τῶν πλείστων φιλία: διὰ γὰρ τὸ χρησίμους εἶναι φιλοῦσιν ἀλλήλους καὶ μέχρι τούτου, ὥσπερ παροιμία:

γλαῦκ᾽, ἐπίκουρος ἀνὴρ τόσσον φίλος ἕστε μάχηται.3

CURFRAG.tlg-0232.14
Arist. Eud. Eth. 1236a. 33
πάντα γὰρ πόνος τεύχει θνητοῖς, κατ᾽ Ἀρχίλοχον, μελέτη τ᾽ ἀρίστη.

πάντα πόνος τεύχει θνητοῖς μελέτη τε βροτείη.4

CURFRAG.tlg-0232.15
Joan. Sic. Rhet. Gr. W. 6. 96
π. τύχης ταὐτομάτου:

πάντα τύχη καὶ μοῖρα, Περίκλεες, ἀνδρὶ δίδωσιν.

CURFRAG.tlg-0232.16
Stob. Ecl. i. 6. 3
π. Πλαγγόνος καὶ Βακχίδος: καὶ τοῦ λοιποῦ φίλαι ἐγένοντο, κοινῶς περιεπουσαι τὸν ἐραστήν. ἐφ᾽ οἷς Ἴωνες ἀγασθέντες, ὥς φησι Μενέτωρ ἐν τῷ Περὶ Ἀναθηοάτων, Πασιφίλαν ἐκάλεσαν τὴν Πλαγγόνα. μαρτυρεῖ δὲ καὶ Ἀρχίλοχος περὶ αὐτῆς ἐν τούτοις:

συκῆ πετραίη πολλὰς βόσκουσα κορώνας
εὐήθης ξείνων δέκτρια Πασιφίλη.

CURFRAG.tlg-0232.17
Ath. 13. 594c

1

2

3

4

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. M. Edmonds, 1931)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: