previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[84] τὸν Υἱὸν ἐν φωτὶ τῷ Ἅγίῳ Πνεύματι, μίαν δοξάζομεν θεότητα ἐν τρισὶν ὑποστάσεσι: καὶ αὐτός ἐστιν ἀληθινὸς καὶ μόνος Θεός, ἐν 1 Τριάδι γινωσκόμενος, ὅτι ἐξ αὐτοῦ καὶ δἰ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα. Τούτου τῇ χάριτι τὰ κατὰ σὲ γνοὺς κἀγὼ ἀπεστάλην διδάξαι σε μεμάθηκα καὶ τετήρηκα ἐξ 2 ἀρχῆς εἰς τήνδε τὴν πολιάν. εἰ οὖν πιστεύσεις καὶ βαπτισθῇς, σωθήσῃ: εἰ δὲ ἀπιστήσεις, κατακριθήσῃ. ταῦτα γὰρ σήμερον ὁρᾷς καὶ οἷς σεμνύνῃ, τε δόξα καὶ τρυφὴ καὶ πλοῦτος καὶ πᾶσα τοῦ βίου ἀπάτη, ὅσον οὔπω παρέρχεται, ἐκβαλοῦσι δέ σε καὶ μὴ βουλόμενον ἐντεῦθεν. καὶ τὸ μὲν σῶμα κατακλεισθήσεται σμικροτάτῳ μνήματι μονώτατον καταλειφθέν, πάσης τε ἀποστερηθὲν φίλων καὶ συγγενῶν ἑταιρείας: οἰχήσεται δὲ τὰ τερπνὰ τοῦ κόσμου, καὶ πολλὴ ἀηδία καὶ δυσώδης φθορά, ἀντὶ τῆς νυνὶ καλλονῆς καὶ εὐοσμίας, περιχυθήσεται: τὴν δὲ ψυχήν σου βαλοῦσιν ἐν τοῖς καταχθονίοις τῆς γῆς, ἐν τῇ καταδίκῃ τοῦ ᾄδου, ἕως τῆς τελευταίας ἀναστάσεως, ήνίκα πάλιν ἀπολαβοῦσα ψυχὴ τὸ ἑαυτῆς

1 Rom. xi. 36

2 Mk. xvi. 16

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: