previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[198] μόλις τῆς πολλῆς ἀνενεγκὼν μανίας, παύσασθαι τοὺς τύπτοντας κελεύει. καί φησι πρὸς αὐτούς: Τί τὰ ὀστᾶ ταῦτα τῶν τεθνεώτων περιφέρετε; εἰ, ὧν τὰ ὀστᾶ εἰσι ποθοῦντες, ταῦτα βαστάζετε, ταύτῃ τῇ ὥρᾳ θήσομαι καὶ ὑμᾶς μετ̓ αὐτῶν, ἵνα, τῶν ποθουμένων τυχόντες, χάριν μοι [p. 334] ὁμολογήσητε. δὲ τῆς θείας ἐκείνης φάλαγγος ἔξαρχος καὶ καθηγητὴς παῤ οὐδὲν τὰς τοῦ βασιλέως τιθέμενος ἀπειλάς, ὡς μηδενὸς αὐτῷ συμβεβηκότος ἀνιαροῦ, ἐλευθέρᾳ φωνῇ καὶ λαμπροτάτῳ προσώπῳ καὶ τὴν ἐνοικοῦσαν τῇ ψυχῇ 1 σημαίνοντι χάριν ἔφη: Τὰ ὀστᾶ ταῦτα τὰ καθαρὰ καὶ ἅγια περιφέρομεν, βασιλεῦ, τὸν πόθον τε ἀφοσιούμενοι ὧν εἰσι θαυμασίων ἀνδρῶν, καὶ τῆς ἀσκήσεως αὐτῶν καὶ θεοφιλοῦς πολιτείας εἰς μνήμην ἑαυτοὺς ἄγοντες καὶ πρὸς τὸν ὅμοιον διεγείροντες ζῆλον, τὴν ἀνάπαυσίν τε ἐνοπτριζόμενοι καὶ τρυφὴν ἐν νῦν διάγουσι: καὶ τούτους μὲν μακαρίζοντες, ἀλλήλους δὲ παραθήγοντες τοῖς 2 αὐτῶν ἐξακολουθεῖν ἴχνεσι σπεύδομεν. πρὸς δέ, καὶ τὴν τοῦ θανάτου ἑαυτοῖς περιποιούμεθα μνήμην, πάνυ ὠφέλιμον οὖσαν καὶ πρὸς τοὺς τῆς ἀσκήσεως ἀγῶνας προθύμως ἀναπτεροῦσαν, καὶ

1 Cp. John Dam. adv. Constant. labal. 2; Chrys. Ad Romanos Hom. 32

2 2 Kings xiii. 21; Ecclus. xlviii. 13; Acts v. 14-16; xix. 11, 12

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: