previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[235] καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι θνητῶν ἀνθρώπων καὶ τετραπόδων καὶ ἑρπετῶν. οὗτοι συνῆλθον συνᾶραι [p. 390] λόγον πρὸς τὸν τοῦ βασιλέως υἱὸν καὶ τοὺς περὶ αὐτόν, καὶ ἐπληροῦτο ἐπ̓ αὐτοῖς τὸ τῆς παροιμίας, ὅτι πρὸς λέοντα δορκὰς μάχης ἥπτετο. μὲν γὰρ 1 τὸν Ὕψιστον ἔθετο καταφυγὴν αὐτοῦ, καὶ ἐν τῇ 2 σκιᾷ ἤλπισε τῶν αὐτοῦ πτερύγων: οἱ δὲ τοῖς 3 ἄρχουσιν ἐπεποίθεσαν τοῦ αἰῶνος τούτου τοῖς 4 καταργουμένοις, καὶ τῷ κοσμοκράτορι τοῦ σκότους, καθυπέταξαν ἑαυτοὺς ἐλεεινῶς καὶ ἀθλίως. Ἄγεται τοίνυν Ναχὼρ τὸν Βαρλαὰμ ὑποκρινόμενος: καὶ οἱ μὲν περὶ τὸν βασιλέα τοῦ τοιούτου εἴχοντο σκοποῦ: ἐτέρα δὲ πάλιν σοφὴ πρόνοια ἄνωθεν ᾠκονόμει. παρισταμένων γὰρ τούτων ἁπάντων φησὶν βασιλεὺς τοῖς ῥήτορσιν αὐτοῦ καὶ φιλοσόφοις, μᾶλλον δὲ τοῖς λεωπλάνοις καὶ ἀσυνέτοις τὴν καρδίαν: Ἰδοὺ δὴ ἀγὼν ὑμῖν πρόκειται καὶ ἀγώνων μέγιστος. δυοῖν γὰρ θάτερον γενήσεται ὑμῖν: τὰ ἡμέτερα κρατύναντας, καὶ πλανᾶσθαι τὸν Βαρλαὰμ καὶ τοὺς σὺν αὐτῷ

1 Ps. xci. 9

2 Ps. lvii. 1

3 Ps. cxlvi. 2

4 Eph. vi. 12

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: