previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[54] καί, κρατήσαντες αὐτόν, τοῖς ἔθνεσιν ἔκδοτον τὴν ζωὴν τῶν ἁπάντων ἐποιήσαντο, ἑκουσίᾳ βουλῇ ταῦτα καταδεξαμένου αὐτοῦ. ἦλθε γὰρ δἰ ἡμᾶς πάντα παθεῖν, ἵν̓ ἡμᾶς τῶν παθῶν 1 ἐλευθερώσῃ. πολλὰ δὲ εἰς αὐτὸν ἐνδειξάμενοι, σταυρῷ τὸ τελευταῖον κατεδίκασαν. καὶ πάντα ὑπέμεινε τῇ φύσει τῆς σαρκός, ἧς ἐξ ἡμῶν ἀνελάβετο, τῆς θείας αὐτοῦ φύσεως ἀπαθοῦς μεινάσης. δύο γὰρ φύσεων ὑπάρχων, τῆς τε θείας καὶ ἧς ἐξ ἡμῶν προσανελάβετο, μὲν ἀνθρωπεία φύσις ἔπαθεν, δὲ θεότης ἀπαθὴς διέμεινε καὶ ἀθάνατος. ἐσταυρώθη οὖν τῇ σαρκὶ Κύριος ἡμῶν Ἰησοῦς 2 Χριστός, ὢν ἀναμάρτητος. ἁμαρτίαν γὰρ οὐκ 3 ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, 4 καὶ οὐχ ὑπέκειτο θανάτῳ: διὰ τῆς ἁμαρτίας γάρ, ὡς καὶ προεῖπον, θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον: ἀλλὰ δἰ ἡμᾶς ἀπέθανε σαρκὶ ἵν̓ ἡμᾶς τῆς τοῦ θανάτου λυτρώσηται τυραννίδος. κατῆλθεν 5 εἰς ᾄδου, καὶ τοῦτον συντρίψας, τὰς ἀπ̓ 6 αἰῶνος ἐγκεκλεισμένας ἐκεῖσε ψυχὰς ἠλευθέρωσε. τεθεὶς ἐν τάφῳ τῇ τρίτῃ ἡμέρᾳ ἐξανέστη, νικήσας τὸν θάνατον καὶ ἡμῖν τὴν νίκην δωρησάμενος κατ̓

1 Matt. xxvii. 26

2 1 Pet. ii. 22

3 Is. liii. 9

4 1 Pet. iv. 1

5 1 Pet. iii. 19

6 Eph. iv. 9

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: