A Pal vi.337
̂̓Ηλθε καὶ ἐς Μίλητον ὁ τοῦ Παιήονος υἱός,
ἰητῆρι νόσων ἀνδρὶ συνοισόμενος
Νικίᾳ, ὅς μιν ἐπ᾽ ἦμαρ ἀεὶ θυέεσσιν ἱκνεῖται,
καὶ τόδ᾽ ἀπ᾽ εὐώδους γλύψατ᾽ ἄγαλμα κέδρου,
5᾿Ηετίωνι χάριν γλαφυρᾶς χερὸς ἄκρον ὑποστὰς
μισθόν: ὁ δ᾽ εἰς ἔργον πᾶσαν ἀφῆκε τέχνην.