Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
πάνυ μὲν οὖν, ἔφη. δίκαια δὲ ἔφη, οἶσθα ὁποῖα καλεῖται; ἃ οἱ νόμοι κελεύουσιν, ἔφη. οἱ ἄρα ποιοῦντες ἃ οἱ νόμοι κελεύουσι δίκαιά τε ποιοῦσι καὶ ἃ δεῖ; πῶς γὰρ οὔ; οὐκοῦν οἵ γε τὰ δίκαια ποιοῦντες δίκαιοί εἰσιν; οἴομαι ἔγωγ᾽, ἔφη. οἴει οὖν τινας πείθεσθαι τοῖς νόμοις μὴ εἰδότας ἃ οἱ νόμοι κελεύουσιν; οὐκ ἔγωγ᾽, ἔφη. εἰδότας δὲ ἃ δεῖ ποιεῖν οἴει τινὰς οἴεσθαι δεῖν μὴ ταῦτα ποιεῖν; οὐκ οἶμαι, ἔφη. οἶδας δέ τινας ἄλλα ποιοῦντας ἢ ἃ οἴονται δεῖν; οὐκ ἔγωγ᾽, ἔφη. οἱ ἄρα τὰ περὶ ἀνθρώπους νόμιμα εἰδότες οὗτοι τὰ δίκαια ποιοῦσι; πάνυ μὲν οὖν, ἔφη. οὐκοῦν οἵ γε τὰ δίκαια ποιοῦντες δίκαιοί εἰσι; τίνες γὰρ ἄλλοι; ἔφη. ὀρθῶς ἄν ποτε ἄρα ὁριζοίμεθα ὁριζόμενοι δικαίους εἶναι τοὺς εἰδότας τὰ περὶ ἀνθρώπους νόμιμα; ἔμοιγε δοκεῖ, ἔφη.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.