This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
καὶ ὅ γε πρῶτος ἡμῖν τοὺς νόμους τούτους διατυπώσας, εἴτε Κάδμος ὁ νησιώτης εἴτε Παλαμήδης ὁ Ναυπλίου, — καὶ Σιμωνίδῃ δὲ ἔνιοι προσάπτουσι τὴν προμήθειαν ταύτην — οὐ τῇ τάξει μόνον, καθ᾽ ἣν αἱ
προεδρίαι βεβαιοῦνται διώρισαν, τί πρῶτον ἔσται ἢ δεύτερον, ἀλλὰ καὶ ποιότητας, ἃς ἕκαστον ἡμῶν ἔχει, καὶ δυνάμεις συνεῖδον. καὶ ὑμῖν μέν,
ὦ δικασταί, τὴν μείζω δεδώκασι τιμήν, ὅτι καθ᾽ αὑτὰ δύνασθε φθέγγεσθαι, ἡμιφώνοις δὲ τὴν ἐφεξῆς, ὅτι προσθήκης εἰς τὸ ἀκουσθῆναι δεῖται: πασῶν δὲ ἐσχάτην ἐνόμισαν ἔχειν μοῖραν ἐννέα ^ τῶν πάντων, οἷς οὐδὲ φωνὴ πρόσεστι καθ᾽ αὑτά.
τὰ μὲν οὖν φωνήεντα φυλάσσειν ἔοικε τοὺς νόμους τούτους.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.