previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

24. πράξεσιν ἦν, διελθόντων δὲ τῶν δέκα ἐτῶν τῆς ἀρχῆς αὐτοῦ ψηφίσματος μὲν ἐς τὴν ἀνάληψιν αὐτῆς οὐδενὸς ἐδεήθη ῾οὐδὲ γὰρ ἐδεῖτο κατατέμνων αὐτήν, ὥσπερ Αὔγουστος, ἄρχειν᾽, μέντοι πανήγυρις δεκαετηρὶς 1 ἐποιήθη. [2] Κρεμούτιος 2 δὲ δὴ Κόρδος αὐτόχειρ ἑαυτοῦ γενέσθαι, ὅτι τῷ Σεϊανῷ προσέκρουσεν, ἠναγκάσθη: οὕτω γὰρ οὐδὲν ἔγκλημα ἐπαίτιον λαβεῖν ἠδυνήθη ῾καὶ γὰρ ἐν πύλαις ἤδη γήρως ἦν καὶ ἐπιεικέστατα ἐβεβιώκεἰ ὥστε ἐπὶ τῇ ἱστορίᾳ, [3] ἣν πάλαι ποτὲ περὶ τῶν τῷ Αὐγούστῳ πραχθέντων συνετεθείκει καὶ ἣν αὐτὸς ἐκεῖνος 3 ἀνεγνώκει, κριθῆναι, ὅτι τόν τε Κάσσιον καὶ τὸν Βροῦτον ἐπῄνεσε, καὶ τοῦ δήμου τῆς τε βουλῆς καθήψατο, τόν τε Καίσαρα καὶ τὸν Αὔγουστον εἶπε μὲν [4] κακὸν οὐδέν, οὐ μέντοι καὶ ὑπερεσέμνυνε. ταῦτά τε γὰρ ᾐτιάθη, καὶ διὰ ταῦτα αὐτός τε ἀπέθανε, καὶ τὰ συγγράμματα αὐτοῦ τότε μὲν τά τε 4 ἐν τῇ [p. 182] πόλει εὑρεθέντα πρὸς τῶν ἀγορανόμων καὶ τὰ ἔξω πρὸς τῶν ἑκασταχόθι ἀρχόντων ἐκαύθη, ὕστερον δὲ 5 ἐξεδόθη τε αὖθις ῾ἄλλοι τε γὰρ καὶ μάλιστα θυγάτηρ αὐτοῦ Μαρκία συνέκρυψεν αὐτά᾽ καὶ πολὺ ἀξιοσπουδαστότερα 6 ὑπ᾽ αὐτῆς 7 τῆς τοῦ Κόρδου συμφορᾶς ἐγένετο. [5] ἐν δ᾽ οὖν τῷ τότε Τιβέριος τὴν τοῦ δορυφορικοῦ γυμνασίαν τοῖς βουλευταῖς, ὥσπερ ἀγνοοῦσι τὴν δύναμιν αὐτῶν, ἐπέδειξεν, ὅπως καὶ πολλούς σφας καὶ ἐρρωμένους ἰδόντες μᾶλλον αὐτὸν 8 φοβῶνται. [6] τὸν μὲν οὖν χρόνον ἐκεῖνον ταῦτά τε ἐς ἱστορίας ἀπόδειξιν ἐγένετο, καὶ Κυζικηνῶν ἐλευθερία αὖθις, ὅτι τε Ῥωμαίους τινὰς ἔδησαν καὶ ὅτι καὶ τὸ ἡρῷον τῷ Αὐγούστῳ ποιεῖν ἤρξαντο οὐκ [7] ἐξετέλεσαν, ἀφῃρέθη. πάντως δ᾽ ἂν καὶ τὸν συμπωλήσαντα τῇ οἰκίᾳ τὸν ἀνδριάντα αὐτοῦ καὶ ἐπὶ τούτῳ κριθέντα ἀπεκτόνει, εἰ μὴ ὕπατος αὐτὸν ἐκεῖνον τὴν γνώμην πρῶτον ἀνήρετο: αἰδεσθεὶς γὰρ μὴ καὶ ἑαυτῷ τι χαρίζεσθαι δόξῃ, τὴν [8] ἀπολύουσαν ἔθετο. Λεντούλου δέ τινος βουλευτοῦ φύσει τε ἐπιεικοῦς καὶ τότε ἐν γήρᾳ πολλῷ ὄντος κατηγόρησέ τις ὡς ἐπιβεβουλευκότος τῷ αὐτοκράτορι. καὶ μὲν Λέντουλος ῾παρῆν γάρ᾽ ἀνεκάγχασεν: δὲ Τιβέριος, ἐπιθορυβησάσης τι πρὸς τοῦτο τῆς γερουσίας, ‘οὐδὲ ζῆν ἔτ᾽ἔφη
ἄξιός εἰμι, εἴγε καὶ Λέντουλός με μισεῖ.’” Xiph. 140, 7-142, 18.

1 dekaethri\s R. Steph., dekaethrh\s *wCL'.

2 *kremou/tios Xyl., kremou/lios *wC, klemou/lios L'.

3 For e)kei=nos H. Peter sould read e)kei/nw|, comparing Suet. Tib. 61.

4 ta/ te supplied by Kuiper, following Pflugk (ta\).

5 de\ L', om. wC.

6 a)ciospoudasto/tera L', a)ciospoudasto/teron *wC.

7 u(p' au)th=s *wC, u(po\ L'.

8 au)to\n CL', au)tw=n V.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: