Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀλλ᾽ ἴσως ἄν τις εἴποι, ὡς ἀποδόμενος τὴν πατρῴαν οἰκίαν ἑτέραν ἄλλοθί του τοῦ ἄστεως ἐκτήσατο, ἀντὶ δὲ τῆς ἐσχατιᾶς καὶ τοῦ χωρίου τοῦ Ἀλωπεκῆσι καὶ τῶν δημιουργῶν καὶ τῶν ἄλλων εἰς τἀργύρειά τι κατεσκευάσατο, ὥσπερ καὶ ὁ πατὴρ αὐτοῦ πρότερον. ἀλλ᾽ οὐκ ἔστι τούτῳ λοιπὸν οὐκ οἰκία, οὐ συνοικία, οὐ συνοικία, οὐ χωρίον, οὐκ οἰκέται, οὐ δάνεισμα, οὐκ ἄλλ᾽ οὐδὲν ἀφ᾽ ὧν ἄνθρωποι μὴ κακοῦργοι ζῶσιν. ἀλλὰ τούτῳ ἀντὶ τῶν πατρῴων περίεστι βδελυρία, συκοφαντία, θράσος, τρυφή, δειλία, ἀναίδεια, τὸ μὴ ἐπίστασθαι ἐρυθριᾶν ἐπὶ τοῖς αἰσχροῖς: ἐξ ὧν ἂν ὁ κάκιστος καὶ ἀλυσιτελέστατος πολίτης γένοιτο.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.