Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οὐκοῦν καὶ αὐτὸν ὑμῖν καλῶ τὸν Ἡγήσανδρον. γέγραφα δ᾽ αὐτῷ μαρτυρίαν κοσμιωτέραν μὲν ἢ κατ᾽ ἐκεῖνον, μικρῷ δὲ σαφεστέραν ἢ τῷ Μισγόλᾳ. οὐκ ἀγνοῶ δ᾽ ὅτι ἀπομεῖται καὶ ἐπιορκήσει. διὰ τί οὖν καλῶ1 ἐπὶ τὴν μαρτυρίαν; ἵν᾽ ὑμῖν ἐπιδείξω οἵους ἀπεργάζεται ἀνθρώπους τὸ ἐπιτήδευμα τοῦτο, ὡς καταφρονοῦντας μὲν τῶν θεῶν, ὑπερορῶντας δὲ τοὺς νόμους, ὀλιγώρως δὲ ἔχοντας πρὸς ἅπασαν αἰσχύνην. κάλει μοι τὸν Ἡγήσανδρον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.