Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐνταῦθ᾽ ἤδη παντάπασιν ἔκφρων ἐγένετο, καὶ παρελθὼν ἐπὶ τὸ βῆμα προδότας τῶν Ἑλλήνων ἀπεκάλει τοὺς Βοιωτάρχας, καὶ γράψειν ἔφη ψήφισμα, ὁ τοῖς πολεμίοις οὐδεπώποτ᾽ ἀντιβλέψας, πέμπειν ὑμᾶς πρέσβεις εἰς Θήβας αἰτήσοντας Θηβαίους δίοδον ἐπὶ Φίλιππον. ὑπεραισχυνθέντες δὲ οἱ ἐν Θήβαις ἄρχοντες, μὴ δόξωσιν ὡς ἀληθῶς εἶναι προδόται τῶν Ἑλλήνων, ἀπὸ μὲν τῆς εἰρήνης ἀπετράποντο, ἐπὶ δὲ τὴν παράταξιν ὥρμησαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.