Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἄξιον δ᾽ ἐστὶ καὶ τὴν ἀπαιδευσίαν αὐτῶν θεωρῆσαι. εἰ γὰρ τολμήσει Κτησιφῶν μὲν Δημοσθένην παρακαλεῖν λέξοντα εἰς ὑμᾶς, οὗτος δ᾽ ἀναβὰς ἑαυτὸν ἐγκωμιάζειν,1 βαρύτερον τῶν ἔργων ὧν πεπόνθαμεν τὸ ἀκρόαμα γίγνεται. ὅπου γὰρ τοὺς2 ὄντως ἄνδρας ἀγαθούς, οἷς πολλὰ καὶ καλὰ σύνισμεν ἔργα, τοὺς καθ᾽ ἑαυτῶν ἐπαίνους ἐὰν λέγωσιν, οὐ φέρομεν, ὅταν3 ἄνθρωπος αἰσχύνη τῆς πόλεως γεγονὼς ἑαυτὸν ἐγκωμιάζῃ, τίς ἂν τὰ τοιαῦτα καρτερήσειεν ἀκούων;
1 ἐγκωμιάζειν Reiske: ἐγκωμιάσει (or ἐγκωμιάζει)MSS.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.