Click on a word to bring up parses, dictionary entries, and frequency statistics
κἂν ὅ τε θεοὶ θέλωσι καὶ οἱ δικασταὶ ἐξ ἴσου ἡμῶν ἀκούωσι κἀγὼ δύνωμαι ἀπομνημονεῦσαι ἅ σοι σύνοιδα, πάνυ προσδοκῶ ἐπιδείξειν τοῖς δικασταῖς τῆς μὲν σωτηρίας τῇ πόλει τοὺς θεοὺς αἰτίους γεγενημένους καὶ τοὺς φιλανθρώπως καὶ μετρίως τοῖς τῆς πόλεως πράγμασι χρησαμένους, τῶν δὲ ἀτυχημάτων ἁπάντων Δημοσθένην.1 καὶ χρήσομαι τῇ τοῦ λόγου τάξει ταύτῃ ᾗ τοῦτον πυνθάνομαι μέλλειν,2 λέξω δὲ πρῶτον περὶ τοῦ πρώτου καιροῦ, καὶ δεύτερον περὶ τοῦ δευτέρου, καὶ τρίτου περὶ τοῦ ἐφεξῆς, καὶ τέταρτον περὶ τῶν νυνὶ καθεστηκότων πραγμάτων. καὶ δὴ ἐπανάγω ἐμαυτὸν ἐπὶ τὴν εἰρήνην ἣν σὺ καὶ Φιλοκράτης ἐγράψατε.
1 Δημοσθένην Taylor: the MSS. have αἴτιον γεγενημένονor γεγενημένον αἴτιον after Δημοσθένην.
2 μέλλειν Weidner: μέλλειν ποιεῖσθαι or ποιεῖθαι μέλλεινMSS.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.