Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὑπόλοιπον δ᾽ ἐστί μοι τὴν κολακείαν διεξελθεῖν. Δημοσθένης γὰρ, ὦ ἄνδρες Ἀθηναῖοι, ἐνιαυτὸν βουλεύσας, οὐδεμίαν πώποτε φανήσεται πρεσβείαν εἰς προεδρίαν καλέσας, ἀλλὰ τότε μόνον καὶ πρῶτον:1 καὶ προσκεφάλαια ἔθηκε, καὶ φοινικίδας περιεπέτασε, καὶ ἅμα τῇ ἡμέρᾳ ἡγεῖτο τοῖς πρέσβεσιν εἰς τὸ θέατρον, ὥστε καὶ συρίττεσθαι διὰ τὴν ἀσχημοσύνην καὶ κολακείαν. καὶ ὅτ᾽ ἀπῄεσαν,2 ἐμισθώσατο αὐτοῖς τρία ζεύγη ὀρεικὰ καὶ τοὺς πρέσβεις προὔπεμψεν εἰς Θήβας, καταγέλαστον τὴν πόλιν ποιῶν. ἵνα δ᾽ ἐπὶ τῆς ὑποθέσεως μείνω, λαβέ μοι τὸ ψήφισμα τὸ περὶ τῆς προεδρίας.“Ψήφισμα”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.