previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Χορός

730ἔοικεν ἁνὴρ ξένος τεύχειν κακόν:
τροφὸν δ᾽ Ὀρέστου τήνδ᾽ ὁρῶ κεκλαυμένην.
ποῖ δὴ πατεῖς, Κίλισσα, δωμάτων πύλας;
λύπη δ᾽ ἄμισθός ἐστί σοι ξυνέμπορος;

Τροφός

Αἴγισθον κρατοῦσα τοῖς ξένοις καλεῖν
735ὅπως τάχιστ᾽ ἄνωγεν, ὡς σαφέστερον
ἀνὴρ ἀπ᾽ ἀνδρὸς τὴν νεάγγελτον φάτιν
ἐλθὼν πύθηται τήνδε, πρὸς μὲν οἰκέτας
θετοσκυθρωπῶν ἐντὸς ὀμμάτων γέλων
κεύθουσ᾽ ἐπ᾽ ἔργοις διαπεπραγμένοις καλῶς
740κείνῃ, δόμοις δὲ τοῖσδε παγκάκως ἔχειν,
φήμης ὕφ᾽ ἧς ἤγγειλαν οἱ ξένοι τορῶς.
δὴ κλύων ἐκεῖνος εὐφρανεῖ νόον,
εὖτ᾽ ἂν πύθηται μῦθον. τάλαιν᾽ ἐγώ:
ὥς μοι τὰ μὲν παλαιὰ συγκεκραμένα
745ἄλγη δύσοιστα τοῖσδ᾽ ἐν Ἀτρέως δόμοις
τυχόντ᾽ ἐμὴν ἤλγυνεν ἐν στέρνοις φρένα.
ἀλλ᾽ οὔτι πω τοιόνδε πῆμ᾽ ἀνεσχόμην:
τὰ μὲν γὰρ ἄλλα τλημόνως ἤντλουν κακά:
φίλον δ᾽ Ὀρέστην, τῆς ἐμῆς ψυχῆς τριβήν,
750ὃν ἐξέθρεψα μητρόθεν δεδεγμένη,—
κἀκ᾽ νυκτιπλάγκτων ὀρθίων κελευμάτων
καὶ πολλὰ καὶ μοχθήρ᾽ ἀνωφέλητ᾽ ἐμοὶ
τλάσῃ:—τὸ μὴ φρονοῦν γὰρ ὡσπερεὶ βοτὸν
τρέφειν ἀνάγκη, πῶς γὰρ οὔ; τρόπῳ φρενός:
755οὐ γάρ τι φωνεῖ παῖς ἔτ᾽ ὢν ἐν σπαργάνοις,
εἰ λιμός, δίψη τις, λιψουρία
ἔχει: νέα δὲ νηδὺς αὐτάρκης τέκνων.
τούτων πρόμαντις οὖσα, πολλὰ δ᾽, οἴομαι,
ψευσθεῖσα παιδὸς σπαργάνων φαιδρύντρια,
760γναφεὺς τροφεύς τε ταὐτὸν εἰχέτην τέλος.
ἐγὼ διπλᾶς δὲ τάσδε χειρωναξίας
ἔχουσ᾽ Ὀρέστην ἐξεδεξάμην πατρί:
τεθνηκότος δὲ νῦν τάλαινα πεύθομαι.
στείχω δ᾽ ἐπ᾽ ἄνδρα τῶνδε λυμαντήριον
765οἴκων, θέλων δὲ τόνδε πεύσεται λόγον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: