This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὁ μὲν ἀνήρ, καταγνοὺς αὐτὸς αὑτοῦ, ἀλλὰ τὴν σπουδὴν τῶν κατηγόρων φοβηθείς, ὑπαπέστη: ἡμῖν δὲ τοῖς φίλοις ζῶντι ἢ ἀποθανόντι εὐσεβέστερον ἀμύνειν αὐτῷ. ἄριστα μὲν οὖν αὐτὸς ἂν ὑπὲρ αὑτοῦ ἀπελογεῖτο: ἐπεὶ δὲ τάδε ἀκινδυνότερα ἔδοξεν εἶναι, ἡμῖν,1 οἷς μέγιστον ἂν πένθος γένοιτο στερηθεῖσιν αὐτοῦ, ἀπολογητέον.