Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[48]
καίτοι οὐδὲ οἱ τοὺς δεσπότας ἀποκτείναντες, ἐὰν ἐπ᾽ αὐτοφώρῳ ληφθῶσιν, οὐδ᾽ οὗτοι ἀποθνῄσκουσιν ὑπ᾽ αὐτῶν τῶν προσηκόντων, ἀλλὰ παραδιδόασιν αὐτοὺς τῇ ἀρχῇ κατὰ νόμους ὑμετέρους πατρίους. εἴπερ γὰρ καὶ μαρτυρεῖν ἔξεστι δούλῳ κατὰ τοῦ ἐλευθέρου τὸν φόνον, καὶ τῷ δεσπότῃ, ἂν δοκῇ, ἐπεξελθεῖν ὑπὲρ τοῦ δούλου, καὶ ἡ ψῆφος ἴσον δύναται τῷ δοῦλον ἀποκτείναντι καὶ τῷ1 ἐλεύθερον, εἰκός τοι καὶ ψῆφον γενέσθαι περὶ αὐτοῦ ἦν, καὶ μὴ ἄκριτον ἀποθανεῖν αὐτὸν ὑφ᾽ ὑμῶν. ὥστε πολλῷ ἂν ὑμεῖς δικαιότερον κρίνοισθε2 ἢ ἐγὼ νῦν φεύγω ὑφ᾽ ὑμῶν ἀδίκως.