Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[19]
ὅπου δὲ πρῶτον μὲν αὐτοὶ οἱ κατήγοροι ὁμολογοῦσι μὴ ἐκ προνοίας μηδ᾽ ἐκ παρασκευῆς γενέσθαι τὸν θάνατον τῷ παιδί, ἔπειτα τὰ πραχθέντα φανερῶς ἅπαντα πραχθῆναι καὶ ἐναντίον μαρτύρων πολλῶν, καὶ ἀνδρῶν καὶ παίδων, καὶ ἐλευθέρων καὶ δούλων, ἐξ ὧνπερ1 καὶ εἴ τίς τι ἠδίκηκε, φανερώτατος ἂν2 εἴη, καὶ εἴ τις μὴ ἀδικοῦντα αἰτιῷτο, μάλιστ᾽ ἂν3 ἐξελέγχοιτο.