Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
καὶ τοὺς μὲν νόμους οἳ κεῖνται περὶ τῶν τοιούτων πάντες ἂν ἐπαινέσειαν1 κάλλιστα νόμων κεῖσθαι καὶ ὁσιώτατα. ὑπάρχει μὲν γὰρ αὐτοῖς ἀρχαιοτάτοις εἶναι ἐν τῇ γῇ ταύτῃ, ἔπειτα τοὺς αὐτοὺς αἰεὶ περὶ τῶν αὐτῶν, ὅπερ μέγιστον σημεῖον νόμων καλῶς κειμένων: ὁ χρόνος γὰρ καὶ ἡ2 ἐμπειρία τὰ μὴ καλῶς ἔχοντα διδάσκει τοὺς ἀνθρώπους. ὥστ᾽ οὐ δεῖ ὑμᾶς ἐκ τῶν λόγων τοῦ κατηγοροῦντος τοὺς νόμους μαθεῖν εἰ καλῶς ἔχουσιν ἢ μή, ἀλλ᾽ ἐκ τῶν νόμων τοὺς τούτων λόγους, εἰ ὀρθῶς ὑμᾶς καὶ νομίμως διδάσκουσιν ἢ οὔ.

