Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[31]
ἐγὼ τοίνυν τοὺς τε λόγους ὑμῖν εἰκότας ἀποφαίνω, καὶ τοῖς λόγοις τοὺς μάρτυρας ὁμολογοῦντας καὶ τοῖς μάρτυσι τὰ ἔργα, καὶ τεκμήρια ἐξ αὐτῶν τῶν ἔργων, καὶ ἔτι πρὸς τούτοις δύο τὼ μεγίστω καὶ ἰσχυροτάτω, τούτους μὲν αὐτούς τε ὑπὸ σφῶν αὐτῶν ἐξελεγχομένους καὶ ὑπ᾽ ἐμοῦ, ἐμὲ δὲ ὑπό τε τούτων καὶ ὑπὸ ἐμαυτοῦ ἀπολυόμενον: