previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Δικαιόπολις

ὀπτᾶτε ταυτὶ καὶ καλῶς ξανθίζετε.

Παράνυμφος

Δικαιόπολι.

Δικαιόπολις
τίς οὑτοσί; τίς οὑτοσί;

Παράνυμφος

ἔπεμψέ τίς σοι νυμφίος ταυτὶ κρέα
1050ἐκ τῶν γάμων.

Δικαιόπολις
καλῶς γε ποιῶν ὅστις ἦν.

Παράνυμφος

ἐκέλευε δ᾽ ἐγχέαι σε τῶν κρεῶν χάριν,
ἵνα μὴ στρατεύοιτ᾽ ἀλλὰ βινοίη μένων,
ἐς τὸν ἀλάβαστον κύαθον εἰρήνης ἕνα.

Δικαιόπολις

ἀπόφερ᾽ ἀπόφερε τὰ κρέα καὶ μή μοι δίδου,
1055ὡς οὐκ ἂν ἐγχέαιμι μυρίων δραχμῶν.
ἀλλ᾽ αὑτηὶ τίς ἔστιν;

Παράνυμφος
νυμφεύτρια
δεῖται παρὰ τῆς νύμφης τι σοὶ λέξαι μόνῳ.

Δικαιόπολις

φέρε δὴ τί σὺ λέγεις; ὡς γέλοιον θεοὶ
τὸ δέημα τῆς νύμφης δεῖταί μου σφόδρα,
1060ὅπως ἂν οἰκουρῇ τὸ πέος τοῦ νυμφίου.
φέρε δεῦρο τὰς σπονδάς, ἵν᾽ αὐτῇ δῶ μόνῃ,
ὁτιὴ γυνή 'στι τοῦ πολέμου τ᾽ οὐκ αἰτία.
ὕπεχ᾽ ὧδε δεῦρο τοὐξάλειπτρον γύναι.
οἶσθ᾽ ὡς ποιεῖτε; τοῦτο τῇ νύμφῃ φράσον,
1065ὅταν στρατιώτας καταλέγωσι, τουτῳὶ
νύκτωρ ἀλειφέτω τὸ πέος τοῦ νυμφίου.
ἀπόφερε τὰς σπονδάς. φέρε τὴν οἰνήρυσιν,
ἵν᾽ οἶνον ἐγχέω λαβὼν ἐς τοὺς Χοᾶς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Anonymous, 192)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: