previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ψευδαρτάβας

100ἰαρταμὰν ἐξάρξαν ἀπισσόνα σάτρα.

Πρέσβυς

ξυνήκαθ᾽ λέγει;

Δικαιόπολις
μὰ τὸν Ἀπόλλω 'γὼ μὲν οὔ.

Πρέσβυς

πέμψειν βασιλέα φησὶν ὑμῖν χρυσίον.
λέγε δὴ σὺ μεῖζον καὶ σαφῶς τὸ χρυσίον.

Ψευδαρτάβας

οὐ λῆψι χρῦσο χαυνόπρωκτ᾽ Ἰαοναῦ.

Δικαιόπολις

οἴμοι κακοδαίμων ὡς σαφῶς.

Πρέσβυς
τί δ᾽ αὖ λέγει;

Δικαιόπολις

τι; χαυνοπρώκτους τοὺς Ἰάονας λέγει,
εἰ προσδοκῶσι χρυσίον ἐκ τῶν βαρβάρων.

Δρ.

οὔκ, ἀλλ᾽ ἀχάνας ὅδε γε χρυσίου λέγει.

Δικαιόπολις

ποίας ἀχάνας; σὺ μὲν ἀλαζὼν εἶ μέγας.
110ἀλλ᾽ ἄπιθ᾽: ἐγὼ δὲ βασανιῶ τοῦτον μόνος.
ἄγε δὴ σὺ φράσον ἐμοὶ σαφῶς πρὸς τουτονί,
ἵνα μή σε βάψω βάμμα Σαρδιανικόν:
βασιλεὺς μέγας ἡμῖν ἀποπέμψει χρυσίον; (ἀνανεύει.)
ἄλλως ἄρ᾽ ἐξαπατώμεθ᾽ ὑπὸ τῶν πρέσβεων; (ἐπινεύει.)
115Ἑλληνικόν γ᾽ ἐπένευσαν ἅνδρες οὑτοιί,
κοὐκ ἔσθ᾽ ὅπως οὐκ εἰσὶν ἐνθένδ᾽ αὐτόθεν.
καὶ τοῖν μὲν εὐνούχοιν τὸν ἕτερον τουτονὶ
ἐγᾦδ᾽ ὅς ἐστι, Κλεισθένης Σιβυρτίου.
θερμόβουλον πρωκτὸν ἐξυρημένε,
120τοιόνδε γ᾽ πίθηκε τὸν πώγων᾽ ἔχων
εὐνοῦχος ἡμῖν ἦλθες ἐσκευασμένος;
ὁδὶ δὲ τίς ποτ᾽ ἐστίν; οὐ δήπου Στράτων;

Κῆρυξ

σίγα, κάθιζε.
τὸν βασιλέως ὀφθαλμὸν βουλὴ καλεῖ
ἐς τὸ πρυτανεῖον.

Δικαιόπολις
ταῦτα δῆτ᾽ οὐχ ἀγχόνη;
κἄπειτ᾽ ἐγὼ δῆτ᾽ ἐνθαδὶ στραγγεύομαι;
τοὺς δὲ ξενίζειν οὐδέποτέ γ᾽ ἴσχει θύρα.
ἀλλ᾽ ἐργάσομαί τι δεινὸν ἔργον καὶ μέγα.
ἀλλ᾽ Ἀμφίθεός μοι ποῦ 'στιν;

Ἀμφίθεος
οὑτοσὶ πάρα.

Δικαιόπολις

130ἐμοὶ σὺ ταυτασὶ λαβὼν ὀκτὼ δραχμὰς
σπονδὰς ποίησαι πρὸς Λακεδαιμονίους μόνῳ
καὶ τοῖσι παιδίοισι καὶ τῇ πλάτιδι:
ὑμεῖς δὲ πρεσβεύεσθε καὶ κεχήνετε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Cross-references to this page (1):
    • William Watson Goodwin, Syntax of the Moods and Tenses of the Greek Verb, Chapter II
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: