previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Κῆρυξ

τοὺς Θρᾷκας ἀπιέναι, παρεῖναι δ᾽ εἰς ἔνην.
οἱ γὰρ πρυτάνεις λύουσι τὴν ἐκκλησίαν.

Δικαιόπολις

οἴμοι τάλας μυττωτὸν ὅσον ἀπώλεσα.
175ἀλλ᾽ ἐκ Λακεδαίμονος γὰρ Ἀμφίθεος ὁδί.
χαῖρ᾽ Ἀμφίθεε.

Ἀμφίθεος
μήπω γε πρίν γ᾽ ἂν στῶ τρέχων:
δεῖ γάρ με φεύγοντ᾽ ἐκφυγεῖν Ἀχαρνέας.

Δικαιόπολις

τί δ᾽ ἔστ᾽;

Ἀμφίθεος
ἐγὼ μὲν δεῦρό σοι σπονδὰς φέρων
ἔσπευδον: οἱ δ᾽ ὤσφροντο πρεσβῦταί τινες
180Ἀχαρνικοί, στιπτοὶ γέροντες πρίνινοι
ἀτεράμονες Μαραθωνομάχαι σφενδάμνινοι.
ἔπειτ᾽ ἀνέκραγον πάντες, μιαρώτατε
σπονδὰς φέρεις τῶν ἀμπέλων τετμημένων;
κἀς τοὺς τρίβωνας ξυνελέγοντο τῶν λίθων:
185ἐγὼ δ᾽ ἔφευγον: οἱ δ᾽ ἐδίωκον κἀβόων.

Δικαιόπολις

οἱ δ᾽ οὖν βοώντων: ἀλλὰ τὰς σπονδὰς φέρεις;

Ἀμφίθεος

ἔγωγέ φημι, τρία γε ταυτὶ γεύματα.
αὗται μέν εἰσι πεντέτεις. γεῦσαι λαβών.

Δικαιόπολις

αἰβοῖ.

Ἀμφίθεος
τί ἔστιν;

Δικαιόπολις
οὐκ ἀρέσκουσίν μ᾽ ὅτι
190ὄζουσι πίττης καὶ παρασκευῆς νεῶν.

Ἀμφίθεος

σὺ δ᾽ ἀλλὰ τασδὶ τὰς δεκέτεις γεῦσαι λαβών.

Δικαιόπολις

ὄζουσι χαὖται πρέσβεων ἐς τὰς πόλεις
ὀξύτατον ὥσπερ διατριβῆς τῶν ξυμμάχων.

Ἀμφίθεος

ἀλλ᾽ αὑταιὶ σπονδαὶ τριακοντούτιδες
195κατὰ γῆν τε καὶ θάλατταν.

Δικαιόπολις
Διονύσια,
αὗται μὲν ὄζουσ᾽ ἀμβροσίας καὶ νέκταρος
καὶ μὴ 'πιτηρεῖν σιτί᾽ ἡμερῶν τριῶν,
κἀν τῷ στόματι λέγουσι, βαῖν᾽ ὅπῃ θέλεις.
ταύτας δέχομαι καὶ σπένδομαι κἀκπίομαι,
200χαίρειν κελεύων πολλὰ τοὺς Ἀχαρνέας.
ἐγὼ δὲ πολέμου καὶ κακῶν ἀπαλλαγεὶς
ἄξω τὰ κατ᾽ ἀγροὺς εἰσιὼν Διονύσια.

Ἀμφίθεος

ἐγὼ δὲ φευξοῦμαί γε τοὺς Ἀχαρνέας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
  • Cross-references to this page (1):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 3.1.2
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: