previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Εὐριπίδης

ἀλλ᾽ οὐ σχολή.

Δικαιόπολις

ἀλλ᾽ ἐκκυκλήθητ᾽.

Εὐριπίδης
ἀλλ᾽ ἀδύνατον.

Δικαιόπολις
ἀλλ᾽ ὅμως.

Εὐριπίδης

ἀλλ᾽ ἐκκυκλήσομαι: καταβαίνειν δ᾽ οὐ σχολή.

Δικαιόπολις

Εὐριπίδη,

Εὐριπίδης
τί λέλακας;

Δικαιόπολις
ἀναβάδην ποιεῖς,
ἐξὸν καταβάδην; οὐκ ἐτὸς χωλοὺς ποιεῖς.
ἀτὰρ τί τὰ ῥάκι᾽ ἐκ τραγῳδίας ἔχεις,
ἐσθῆτ᾽ ἐλεινήν; οὐκ ἐτὸς πτωχοὺς ποιεῖς.
ἀλλ᾽ ἀντιβολῶ πρὸς τῶν γονάτων σ᾽ Εὐριπίδη,
415δός μοι ῥάκιόν τι τοῦ παλαιοῦ δράματος.
δεῖ γάρ με λέξαι τῷ χορῷ ῥῆσιν μακράν:
αὕτη δὲ θάνατον, ἢν κακῶς λέξω, φέρει.

Εὐριπίδης

τὰ ποῖα τρύχη; μῶν ἐν οἷς Οἰνεὺς ὁδὶ
δύσποτμος γεραιὸς ἠγωνίζετο;

Δικαιόπολις

420οὐκ Οἰνέως ἦν, ἀλλ᾽ ἔτ᾽ ἀθλιωτέρου.

Εὐριπίδης

τὰ τοῦ τυφλοῦ Φοίνικος;

Δικαιόπολις
οὐ Φοίνικος, οὔ:
ἀλλ᾽ ἕτερος ἦν Φοίνικος ἀθλιώτερος.

Εὐριπίδης

ποίας ποθ᾽ ἁνὴρ λακίδας αἰτεῖται πέπλων;
ἀλλ᾽ Φιλοκτήτου τὰ τοῦ πτωχοῦ λέγεις;

Δικαιόπολις

425οὐκ ἀλλὰ τούτου πολὺ πολὺ πτωχιστέρου.

Εὐριπίδης

ἀλλ᾽ τὰ δυσπινῆ 'θέλεις πεπλώματα,
Βελλεροφόντης εἶχ᾽ χωλὸς οὑτοσί;

Δικαιόπολις

οὐ Βελλεροφόντης: ἀλλὰ κἀκεῖνος μὲν ἦν
χωλὸς προσαιτῶν στωμύλος δεινὸς λέγειν.

Εὐριπίδης

430οἶδ᾽ ἄνδρα Μυσὸν Τήλεφον.

Δικαιόπολις
ναὶ Τήλεφον:
τούτου δὸς ἀντιβολῶ σέ μοι τὰ σπάργανα.

Εὐριπίδης

παῖ δὸς αὐτῷ Τηλέφου ῥακώματα.
κεῖται δ᾽ ἄνωθεν τῶν Θυεστείων ῥακῶν
μεταξὺ τῶν Ἰνοῦς.

Κηφισόφων
ἰδοὺ ταυτὶ λαβέ.

Δικαιόπολις

435 Ζεῦ διόπτα καὶ κατόπτα πανταχῇ,
ἐνσκευάσασθαί μ᾽ οἷον ἀθλιώτατον.
Εὐριπίδη, 'πειδήπερ ἐχαρίσω ταδί,
κἀκεῖνά μοι δὸς τἀκόλουθα τῶν ῥακῶν,
τὸ πιλίδιον περὶ τὴν κεφαλὴν τὸ Μύσιον.
440δεῖ γάρ με δόξαι πτωχὸν εἶναι τήμερον,
εἶναι μὲν ὅσπερ εἰμί, φαίνεσθαι δὲ μή:
τοὺς μὲν θεατὰς εἰδέναι μ᾽ ὃς εἴμ᾽ ἐγώ,
τοὺς δ᾽ αὖ χορευτὰς ἠλιθίους παρεστάναι,
ὅπως ἂν αὐτοὺς ῥηματίοις σκιμαλίσω.

Εὐριπίδης

445δώσω: πυκνῇ γὰρ λεπτὰ μηχανᾷ φρενί.

Δικαιόπολις

εὐδαιμονοίης, Τηλέφῳ δ᾽ ἁγὼ φρονῶ.
εὖ γ᾽ οἷον ἤδη ῥηματίων ἐμπίμπλαμαι.
ἀτὰρ δέομαί γε πτωχικοῦ βακτηρίου.

Εὐριπίδης

τουτὶ λαβὼν ἄπελθε λαΐνων σταθμῶν.

Δικαιόπολις

450 θύμ᾽, ὁρᾷς γὰρ ὡς ἀπωθοῦμαι δόμων,
πολλῶν δεόμενος σκευαρίων: νῦν δὴ γενοῦ
γλίσχρος προσαιτῶν λιπαρῶν τ᾽. Εὐριπίδη
δός μοι σπυρίδιον διακεκαυμένον λύχνῳ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: