previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Βοιωτός

895ἐμοὶ δὲ τιμὰ τᾶσδε πᾷ γενήσεται;

Δικαιόπολις

ἀγορᾶς τέλος ταύτην γέ που δώσεις ἐμοί:
ἀλλ᾽ εἴ τι πωλεῖς τῶνδε τῶν ἄλλων λέγε.

Βοιωτός

ἰώγα ταῦτα πάντα.

Δικαιόπολις
φέρε πόσου λέγεις;
φορτί᾽ ἕτερ᾽ ἐνθένδ᾽ ἐκεῖσ᾽ ἄξεις ἰών;

Βοιωτός

900 τι γ᾽ ἔστ᾽ Ἀθάναις, ἐν Βοιωτοῖσιν δὲ μή.

Δικαιόπολις

ἀφύας ἄρ᾽ ἄξεις πριάμενος Φαληρικὰς
κέραμον.

Βοιωτός
ἀφύας κέραμον; ἀλλ᾽ ἔντ᾽ ἐκεῖ:
ἀλλ᾽ τι παρ᾽ ἁμῖν μή 'στι, τᾷδε δ᾽ αὖ πολύ.

Δικαιόπολις

ἐγᾦδα τοίνυν: συκοφάντην ἔξαγε,
905ὥσπερ κέραμον ἐνδησάμενος.

Βοιωτός
νεὶ τὼ θιὼ
λάβοιμι μέντἂν κέρδος ἀγαγὼν καὶ πολύ,
ᾇπερ πίθακον ἀλιτρίας πολλᾶς πλέων.

Δικαιόπολις

καὶ μὴν ὁδὶ Νίκαρχος ἔρχεται φανῶν.

Βοιωτός

μικκός γα μᾶκος οὗτος.

Δικαιόπολις
ἀλλ᾽ ἅπαν κακόν.

Νίκαρχος

910ταυτὶ τίνος τὰ φορτί᾽ ἐστί;

Βοιωτός
τῶδ᾽ ἐμὰ
Θείβαθεν, ἴττω Δεύς.

Νίκαρχος
ἐγὼ τοίνυν ὁδὶ
φαίνω πολέμια ταῦτα.

Βοιωτός
τί δὲ κακὸν παθὼν
ὀρναπετίοισι πόλεμον ἤρα καί μάχαν;

Νίκαρχος

καὶ σέ γε φανῶ πρὸς τοῖσδε.

Βοιωτός
τί ἀδικείμενος;

Νίκαρχος

915ἐγὼ φράσω σοι τῶν περιεστώτων χάριν:
ἐκ τῶν πολεμίων γ᾽ εἰσάγεις θρυαλλίδας.

Δικαιόπολις

ἔπειτα φαίνεις δῆτα διὰ θρυαλλίδα;

Νίκαρχος

αὕτη γὰρ ἐμπρήσειεν ἂν τὸ νεώριον.

Δικαιόπολις

νεώριον θρυαλλίς;

Νίκαρχος
οἶμαι:

Δικαιόπολις
τίνι τρόπῳ;

Νίκαρχος

920ἐνθεὶς ἂν ἐς τίφην ἀνὴρ Βοιώτιος
ἅψας ἄν ἐσπέμψειεν ἐς τὸ νεώριον
δι᾽ ὑδρορρόας, βορέαν ἐπιτηρήσας μέγαν.
κεἴπερ λάβοιτο τῶν νεῶν τὸ πῦρ ἅπαξ,
σελαγοῖντ᾽ ἂν εὐθύς.

Δικαιόπολις
κάκιστ᾽ ἀπολούμενε,
925σελαγοῖντ᾽ ἂν ὑπὸ τίφης τε καὶ θρυαλλίδος;

Νίκαρχος

μαρτύρομαι.

Δικαιόπολις
ξυλλάμβαν᾽ αὐτοῦ τὸ στόμα:
δός μοι φορυτόν, ἵν᾽ αὐτὸν ἐνδήσας φέρω
ὥσπερ κέραμον ἵνα μὴ καταγῇ φερόμενος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
  • Cross-references to this page (2):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 3.6.1
    • A Dictionary of Greek and Roman Antiquities (1890), TELOS
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: