previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Χρησμολόγος

καὶ ταῦτ᾽ ἔνεστ᾽ ἐνταῦθα;

Πισθέταιρος
λαβὲ τὸ βιβλίον.
990οὐκ εἶ θύραζ᾽; ἐς κόρακας.

Χρησμολόγος
οἴμοι δείλαιος.

Πισθέταιρος

οὔκουν ἑτέρωσε χρησμολογήσεις ἐκτρέχων;

Μέτων

ἥκω παρ᾽ ὑμᾶς

Πισθέταιρος
ἕτερον αὖ τουτὶ κακόν.
τί δ᾽ αὖ σὺ δράσων; τίς δ᾽ ἰδέα βουλεύματος;
τίς 'πίνοια, τίς κόθορνος τῆς ὁδοῦ;

Μέτων

995γεωμετρῆσαι βούλομαι τὸν ἀέρα
ὑμῖν διελεῖν τε κατὰ γύας.

Πισθέταιρος
πρὸς τῶν θεῶν
σὺ δ᾽ εἶ τίς ἀνδρῶν;

Μέτων
ὅστις εἴμ᾽ ἐγώ; Μέτων,
ὃν οἶδεν Ἑλλὰς χὠ Κολωνός.

Πισθέταιρος
εἰπέ μοι,
ταυτὶ δέ σοι τί ἔστι;

Μέτων
κανόνες ἀέρος.
1000αὐτίκα γὰρ ἀήρ ἐστι τὴν ἰδέαν ὅλος
κατὰ πνιγέα μάλιστα. προσθεὶς οὖν ἐγὼ
τὸν κανόν᾽, ἄνωθεν τουτονὶ τὸν καμπύλον
ἐνθεὶς διαβήτηνμανθάνεις;

Πισθέταιρος
οὐ μανθάνω.

Μέτων

ὀρθῷ μετρήσω κανόνι προστιθείς, ἵνα
1005 κύκλος γένηται σοι τετράγωνος κἀν μέσῳ
ἀγορά, φέρουσαι δ᾽ ὦσιν εἰς αὐτὴν ὁδοὶ
ὀρθαὶ πρὸς αὐτὸ τὸ μέσον, ὥσπερ δ᾽ ἀστέρος
αὐτοῦ κυκλοτεροῦς ὄντος ὀρθαὶ πανταχῇ
ἀκτῖνες ἀπολάμπωσιν.

Πισθέταιρος
ἅνθρωπος Θαλῆς.
1010Μέτων

Μέτων
τί ἔστιν;

Πισθέταιρος
οἶσθ᾽ ὁτιὴ φιλῶ σ᾽ ἐγώ,
κἀμοὶ πιθόμενος ὑπαποκίνει τῆς ὁδοῦ.

Μέτων

τί δ᾽ ἐστὶ δεινόν;

Πισθέταιρος
ὥσπερ ἐν Λακεδαίμονι
ξενηλατοῦνται καὶ κεκίνηνταί τινες:
πληγαὶ συχναὶ κατ᾽ ἄστυ.

Μέτων
μῶν στασιάζετε;

Πισθέταιρος

1015μὰ τὸν Δί᾽ οὐ δῆτ᾽.

Μέτων
ἀλλὰ πῶς;

Πισθέταιρος
ὁμοθυμαδὸν
σποδεῖν ἅπαντας τοὺς ἀλαζόνας δοκεῖ.

Μέτων

ὑπάγοιμί τἄρ᾽ ἄν.

Πισθέταιρος
νὴ Δί᾽ ὡς οὐκ οἶδ᾽ ἂν εἰ
φθαίης ἄν: ἐπίκεινται γὰρ ἐγγὺς αὑταιί.

Μέτων

οἴμοι κακοδαίμων.

Πισθέταιρος
οὐκ ἔλεγον ἐγὼ πάλαι;
1020οὐκ ἀναμετρήσεις σαυτὸν ἀπιὼν ἀλλαχῇ;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
  • Commentary references to this page (2):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus Tyrannus, 463-512
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Electra, 47
  • Cross-references to this page (1):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 3.pos=7.5
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: