previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Πισθέταιρος

90μὰ Δί᾽ οὐκ ἔγωγε.

Ἐυελπίδης
ποῦ γάρ ἐστ᾽;

Πισθέταιρος
ἀπέπτετο.

Ἐυελπίδης

οὐκ ἆρ᾽ ἀφῆκας; ὦγάθ᾽ ὡς ἀνδρεῖος εἶ.

Ἔποψ

ἄνοιγε τὴν ὕλην, ἵν᾽ ἐξέλθω ποτέ.

Ἐυελπίδης

Ἡράκλεις τουτὶ τί ποτ᾽ ἐστὶ τὸ θηρίον;
τίς πτέρωσις; τίς τρόπος τῆς τριλοφίας;

Ἔποψ

95τίνες εἰσί μ᾽ οἱ ζητοῦντες;

Ἐυελπίδης
οἱ δώδεκα θεοὶ
εἴξασιν ἐπιτρῖψαί σε.

Ἔποψ
μῶν με σκώπτετον
ὁρῶντε τὴν πτέρωσιν; ἦν γὰρ ξένοι
ἄνθρωπος.

Ἐυελπίδης
οὐ σοῦ καταγελῶμεν.

Ἔποψ
ἀλλὰ τοῦ;

Ἐυελπίδης

τὸ ῥάμφος ἡμῖν σου γέλοιον φαίνεται.

Ἔποψ

100τοιαῦτα μέντοι Σοφοκλέης λυμαίνεται
ἐν ταῖς τραγῳδίαισιν ἐμὲ τὸν Τηρέα.

Ἐυελπίδης

Τηρεὺς γὰρ εἶ σύ; πότερον ὄρνις ταὧς;

Ἔποψ

ὄρνις ἔγωγε.

Ἐυελπίδης
κᾆτά σοι ποῦ τὰ πτερά;

Ἔποψ

ἐξερρύηκε.

Ἐυελπίδης
πότερον ὑπὸ νόσου τινός;

Ἔποψ

105οὔκ, ἀλλὰ τὸν χειμῶνα πάντα τὤρνεα
πτερορρυεῖ τε καὖθις ἕτερα φύομεν.
ἀλλ᾽ εἴπατόν μοι σφὼ τίν᾽ ἐστόν;

Ἐυελπίδης
νώ; βροτώ.

Ἔποψ

ποδαπὼ τὸ γένος;

Ἐυελπίδης
ὅθεν αἱ τριήρεις αἱ καλαί.

Ἔποψ

μῶν ἡλιαστά;

Ἐυελπίδης
μἀλλὰ θατέρου τρόπου,
110ἀπηλιαστά.

Ἔποψ
σπείρεται γὰρ τοῦτ᾽ ἐκεῖ
τὸ σπέρμ᾽;

Ἐυελπίδης
ὀλίγον ζητῶν ἂν ἐξ ἀγροῦ λάβοις.

Ἔποψ

πράγους δὲ δὴ τοῦ δεομένω δεῦρ᾽ ἤλθετον;

Ἐυελπίδης

σοὶ ξυγγενέσθαι βουλομένω.

Ἔποψ
τίνος πέρι;

Ἐυελπίδης

ὅτι πρῶτα μὲν ἦσθ᾽ ἄνθρωπος ὥσπερ νὼ ποτέ,
115κἀργύριον ὠφείλησας ὥσπερ νὼ ποτέ,
κοὐκ ἀποδιδοὺς ἔχαιρες ὥσπερ νὼ ποτέ:
εἶτ᾽ αὖθις ὀρνίθων μεταλλάξας φύσιν
καὶ γῆν ἐπέπτου καὶ θάλατταν ἐν κύκλῳ,
καὶ πάνθ᾽ ὅσαπερ ἄνθρωπος ὅσα τ᾽ ὄρνις φρονεῖς:
120ταῦτ οὖν ἱκέται νὼ πρὸς σὲ δεῦρ᾽ ἀφίγμεθα,
εἴ τινα πόλιν φράσειας ἡμῖν εὔερον
ὥσπερ σισύραν ἐγκατακλινῆναι μαλθακήν.

Ἔποψ

ἔμειτα μείζω τῶν Κραναῶν ζητεῖς πόλιν;

Ἐυελπίδης

μείζω μὲν οὐδέν, προσφορωτέραν δὲ νῷν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: