previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Χορός

ἀποκεκλῄκαμεν διογενεῖς θεοὺς
μηκέτι τὴν ἐμὴν διαπερᾶν πόλιν,
1265μηδέ γέ τιν᾽ ἱερόθυτον ἀνὰ δάπεδον ἔτι
τῇδε βροτῶν θεοῖσι πέμπειν καπνόν.

Πισθέταιρος

δεινόν γε τὸν κήρυκα τὸν παρὰ τοὺς βροτοὺς
1270οἰχόμενον, εἰ μηδέποτε νοστήσει πάλιν.

Κῆρυξ

Πισθέταιρ᾽ μακάρι᾽ σοφώτατε,
κλεινότατ᾽ σοφώτατ᾽ γλαφυρώτατε,
τρισμακάρι᾽ κατακέλευσον.

Πισθέταιρος
τί σὺ λέγεις;

Κῆρυξ

στεφάνῳ σε χρυσῷ τῷδε σοφίας οὕνεκα
1275στεφανοῦσι καὶ τιμῶσιν οἱ πάντες λεῴ.

Πισθέταιρος

δέχομαι. τί δ᾽ οὕτως οἱ λεῲ τιμῶσί με;

Κῆρυξ

κλεινοτάτην αἰθέριον οἰκίσας πόλιν,
οὐκ οἷσθ᾽ ὅσην τιμὴν παρ᾽ ἀνθρώποις φέρει,
ὅσους τ᾽ ἐραστὰς τῆσδε τῆς χώρας ἔχεις.
1280πρὶν μὲν γὰρ οἰκίσαι σε τήνδε τὴν πόλιν,
ἐλακωνομάνουν ἅπαντες ἄνθρωποι τότε,
ἐκόμων ἐπείνων ἐρρύπων ἐσωκράτουν
σκυτάλι᾽ ἐφόρουν, νυνὶ δ᾽ ὑποστρέψαντες αὖ
ὀρνιθομανοῦσι, πάντα δ᾽ ὑπὸ τῆς ἡδονῆς
1285ποιοῦσιν ἅπερ ὄρνιθες ἐκμιμούμενοι:
πρῶτον μὲν εὐθὺς πάντες ἐξ εὐνῆς ἅμα
ἐπέτονθ᾽ ἕωθεν ὥσπερ ἡμεῖς ἐπὶ νομόν:
κἄπειτ᾽ ἂν ἅμα κατῆραν ἐς τὰ βιβλία:
εἶτ᾽ ἀπενέμοντ᾽ ἐνταῦθα τὰ ψηφίσματα.
1290ὠρνιθομάνουν δ᾽ οὕτω περιφανῶς ὥστε καὶ
πολλοῖσιν ὀρνίθων ὀνόματ᾽ ἦν κείμενα.
πέρδιξ μὲν εἷς κάπηλος ὠνομάζετο
χωλός, Μενίππῳ δ᾽ ἦν χελιδὼν τοὔνομα,
Ὀπουντίῳ δ᾽ ὀφθαλμὸν οὐκ ἔχων κόραξ,
1295κορυδὸς Φιλοκλέει, χηναλώπηξ Θεογένει,
ἶβις Λυκούργῳ, Χαιρεφῶντι νυκτερίς,
Συρακοσίῳ δὲ κίττα: Μειδίας δ᾽ ἐκεῖ
ὄρτυξ ἐκαλεῖτο: καὶ γὰρ ᾔκειν ὄρτυγι
ὑπὸ στυφοκόπου τὴν κεφαλὴν πεπληγμένῳ.
1300ᾖδον δ᾽ ὑπὸ φιλορνιθίας πάντες μέλη,
ὅπου χελιδὼν ἦν τις ἐμπεποιημένη
πηνέλοψ χήν τις περιστερὰ
πτέρυγες, πτεροῦ τι καὶ σμικρὸν προσῆν.
τοιαῦτα μὲν τἀκεῖθεν. ἓν δέ σοι λέγω:
1305ἥξουσ᾽ ἐκεῖθεν δεῦρο πλεῖν μύριοι
πτερῶν δεόμενοι καὶ τρόπων γαμψωνύχων:
ὥστε πτερῶν σοι τοῖς ἐποίκοις δεῖ ποθέν.

Πισθέταιρος

οὐκ ἆρα μὰ Δί᾽ ἡμῖν ἔτ᾽ ἔργον ἑστάναι.
ἀλλ᾽ ὡς τάχιστα σὺ μὲν ἰὼν τὰς ἀρρίχους
1310καὶ τοὺς κοφίνους ἅπαντας ἐμπίμπλη πτερῶν:
Μανῆς δὲ φερέτω μοι θύραζε τὰ πτερά:
ἐγὼ δ᾽ ἐκείνων τοὺς προσιόντας δέξομαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Eugene O'Neill, Jr., 1938)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: