previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Κινησίας

ἀναπέτομαι δὴ πρὸς Ὄλυμπον πτερύγεσσι κούφαις:
πέτομαι δ᾽ ὁδὸν ἄλλοτ᾽ ἐπ᾽ ἄλλαν μελέων

Πισθέταιρος

1375τουτὶ τὸ πρᾶγμα φορτίου δεῖται πτερῶν.

Κινησίας

ἀφόβῳ φρενὶ σώματί τε νέαν ἐφέπων

Πισθέταιρος

ἀσπαζόμεσθα φιλύρινον Κινησίαν.
τί δεῦρο πόδα σὺ κυλλὸν ἀνὰ κύκλον κυκλεῖς;

Κινησίας

1380ὄρνις γενέσθαι βούλομαι λιγύφθογγος ἀηδών.

Πισθέταιρος

παῦσαι μελῳδῶν, ἀλλ᾽ τι λέγεις εἰπέ μοι.

Κινησίας

ὑπὸ σοῦ πτερωθεὶς βούλομαι μετάρσιος
ἀναπτόμενος ἐκ τῶν νεφελῶν καινὰς λαβεῖν
1385ἀεροδονήτους καὶ νιφοβόλους ἀναβολάς.

Πισθέταιρος

ἐκ τῶν νεφελῶν γὰρ ἄν τις ἀναβολὰς λάβοι;

Κινησίας

κρέμαται μὲν οὖν ἐντεῦθεν ἡμῶν τέχνη.
τῶν διθυράμβων γὰρ τὰ λαμπρὰ γίγνεται
ἀέρια καὶ σκότιά γε καὶ κυαναυγέα
1390καὶ πτεροδόνητα: σὺ δὲ κλύων εἴσει τάχα.

Πισθέταιρος

οὐ δῆτ᾽ ἔγωγε.

Κινησίας
νὴ τὸν Ἡρακλέα σύ γε.
ἅπαντα γὰρ δίειμί σοι τὸν ἀέρα.

Κινησίας

εἴδωλα πετεινῶν
αἰθεροδρόμων
οἰωνῶν ταναοδείρων

Πισθέταιρος

1395ὠόπ.

Κινησίας

τὸν ἁλάδρομον ἁλάμενος
ἅμ᾽ ἀνεμων πνοαῖσι βαίην.

Πισθέταιρος

νὴ τὸν Δί᾽ 'γώ σου καταπαύσω τὰς πνοάς.

Κινησίας

τοτὲ μὲν νοτίαν στείχων πρὸς ὁδόν,
τοτὲ δ᾽ αὖ βορέᾳ σῶμα πελάζων
1400ἀλίμενον αἰθέρος αὔλακα τέμνων.

Κινησίας

χαρίεντά γ᾽ πρεσβῦτ᾽ ἐσοφίσω καὶ σοφά.

Πισθέταιρος

οὐ γὰρ σὺ χαίρεις πτεροδόνητος γενόμενος;

Κινησίας

ταυτὶ πεποίηκας τὸν κυκλιοδιδάσκαλον,
ὂς ταῖσι φυλαῖς περιμάχητός εἰμ᾽ ἀεί;

Πισθέταιρος

1405βούλει διδάσκειν καὶ παρ᾽ ἡμῖν οὖν μένων
Λεωτροφίδῃ χορὸν πετομένων ὀρνέων
Κεκροπίδα φυλήν;

Κινησίας
καταγελᾷς μου, δῆλος εἶ.
ἀλλ᾽ οὖν ἔγωγ᾽ οὐ παύσομαι, τοῦτ᾽ ἴσθ᾽ ὅτι,
πρὶν ἂν πτερωθεὶς διαδράμω τὸν ἀέρα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: