previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Πισθέταιρος

1525εἰσὶν γὰρ ἕτεροι βάρβαροι θεοί τινες
ἄνωθεν ὑμῶν;

Προμηθεύς
οὐ γάρ εἰσι βάρβαροι,
ὅθεν πατρῷός ἐστιν Ἐξηκεστίδῃ;

Πισθέταιρος

ὄνομα δὲ τούτοις τοῖς θεοῖς τοῖς βαρβάροις
τί ἔστιν;

Προμηθεύς
τι ἔστιν; Τριβαλλοί.

Πισθέταιρος
μανθάνω.
1530ἐντεῦθεν ἆρα τοὐπιτριβείης ἐγένετο;

Προμηθεύς

μάλιστα πάντων. ἓν δέ σοι λέγω σαφές:
ἥξουσι πρέσβεις δεῦρο περὶ διαλλαγῶν
παρὰ τοῦ Διὸς καὶ τῶν Τριβαλλῶν τῶν ἄνω:
ὑμεῖς δὲ μὴ σπένδεσθ᾽, ἐὰν μὴ παραδιδῷ
1535τὸ σκῆπτρον Ζεὺς τοῖσιν ὄρνισιν πάλιν,
καὶ τὴν Βασίλειάν σοι γυναῖκ᾽ ἔχειν διδῷ.

Πισθέταιρος

τίς ἐστιν Βασίλεια;

Προμηθεύς
καλλίστη κόρη,
ἥπερ ταμιεύει τὸν κεραυνὸν τοῦ Διὸς
καὶ τἄλλ᾽ ἁπαξάπαντα, τὴν εὐβουλίαν
1540τὴν εὐνομίαν τὴν σωφροσύνην τὰ νεώρια,
τὴν λοιδορίαν τὸν κωλακρέτην τὰ τριώβολα.

Πισθέταιρος

ἅπαντά γ᾽ ἆρ᾽ αὐτῷ ταμιεύει;

Προμηθεύς
φήμ᾽ ἐγώ.
ἥν γ᾽ ἢν σὺ παρ᾽ ἐκείνου παραλάβῃς, πάντ᾽ ἔχεις.
τούτων ἕνεκα δεῦρ᾽ ἦλθον, ἵνα φράσαιμί σοι.
1545ἀεί ποτ᾽ ἀνθρώποις γὰρ εὔνους εἴμ᾽ ἐγώ.

Πισθέταιρος

μόνον θεῶν γὰρ διὰ σ᾽ ἀπανθρακίζομεν.

Προμηθεύς

μισῶ δ᾽ ἅπαντας τοὺς θεούς, ὡς οἶσθα σύ.

Πισθέταιρος

νὴ τὸν Δί᾽ ἀεὶ δῆτα θεομισὴς ἔφυς.

Προμηθεύς

Τίμων καθαρός. ἀλλ᾽ ὡς ἂν ἀποτρέχω πάλιν,
1550φέρε τὸ σκιάδειον, ἵνα με κἂν Ζεὺς ἴδῃ
ἄνωθεν, ἀκολουθεῖν δοκῶ κανηφόρῳ.

Πισθέταιρος

καὶ τὸν δίφρον γε διφροφόρει τονδὶ λαβών.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Electra, 665
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: