previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ποσειδῶν

1565τὸ μὲν πόλισμα τῆς Νεφελοκοκκυγίας
ὁρᾶν τοδὶ πάρεστιν, οἷ πρεσβεύομεν.
οὗτος τί δρᾷς; ἐπ᾽ ἀριστέρ᾽ οὕτως ἀμπέχει;
οὐ μεταβαλεῖς θοἰμάτιον ὧδ᾽ ἐπιδέξια;
τί κακόδαιμον; Λαισποδίας εἶ τὴν φύσιν;
1570 δημοκρατία ποῖ προβιβᾷς ἡμᾶς ποτε,
εἰ τουτονί γ᾽ ἐχειροτόνησαν οἱ θεοί;

Τριβαλλός

ἕξεις ἀτρέμας;

Ποσειδῶν
οἴμωζε: πολὺ γὰρ δή σ᾽ ἐγὼ
ἑόρακα πάντων βαρβαρώτατον θεῶν.
ἄγε δὴ τί δρῶμεν Ἡράκλεις;

Ἡρακλῆς
ἀκήκοας
1575ἐμοῦ γ᾽ ὅτι τὸν ἄνθρωπον ἄγχειν βούλομαι,
ὅστις ποτ᾽ ἔσθ᾽ τοὺς θεοὺς ἀποτειχίσας.

Ποσειδῶν

ἀλλ᾽ ὦγάθ᾽ ᾑρήμεσθα περὶ διαλλαγῶν
πρέσβεις.

Ἡρακλῆς
διπλασίως μᾶλλον ἄγχειν μοι δοκεῖ.

Πισθέταιρος

τὴν τυρόκνηστίν τις δότω: φέρε σίλφιον:
1580τυρὸν φερέτω τις: πυρπόλει τοὺς ἄνθρακας.

Ποσειδῶν

τὸν ἄνδρα χαίρειν οἱ θεοὶ κελεύομεν
τρεῖς ὄντες ἡμεῖς.

Πισθέταιρος
ἀλλ᾽ ἐπικνῶ τὸ σίλφιον.

Ἡρακλῆς

τὰ δὲ κρέα τοῦ ταῦτ᾽ ἐστίν;

Πισθέταιρος
ὄρνιθές τινες
ἐπανιστάμενοι τοῖς δημοτικοῖσιν ὀρνέοις
1585ἔδοξαν ἀδικεῖν.

Ἡρακλῆς
εἶτα δῆτα σίλφιον
εἴπικνῇς πρότερον αὐτοῖσιν;

Πισθέταιρος
χαῖρ᾽ Ἡράκλεις.
τί ἔστι;

Ποσειδῶν
πρεσβεύοντες ἡμεῖς ἥκομεν
παρὰ τῶν θεῶν περὶ πολέμου καταλλαγῆς.

Πισθέταιρος

ἔλαιον οὐκ ἔνεστιν ἐν τῇ ληκύθῳ.

Ἡρακλῆς

1590καὶ μὴν τά γ᾽ ὀρνίθεια λιπάρ᾽ εἶναι πρέπει.

Ποσειδῶν

ἡμεῖς τε γὰρ πολεμοῦντες οὐ κερδαίνομεν,
ὑμεῖς τ᾽ ἂν ἡμῖν τοῖς θεοῖς ὄντες φίλοι
ὄμβριον ὕδωρ ἂν εἴχετ᾽ ἐν τοῖς τέλμασιν,
ἀλκυονίδας τ᾽ ἂν ἤγεθ᾽ ἡμέρας ἀεί.
1595τούτων περὶ πάντων αὐτοκράτορες ἥκομεν.

Πισθέταιρος

ἀλλ᾽ οὔτε πρότερον πώποθ᾽ ἡμεῖς ἤρξαμεν
πολέμου πρὸς ὑμᾶς, νῦν τ᾽ ἐθέλομεν, εἰ δοκεῖ,
ἐάν τι δίκαιον ἀλλὰ νῦν ἐθέλητε δρᾶν,
σπονδὰς ποιεῖσθαι. τὰ δὲ δίκαι᾽ ἐστὶν ταδί,
1600τὸ σκῆπτρον ἡμῖν τοῖσιν ὄρνισιν πάλιν
τὸν Δί᾽ ἀποδοῦναι: κἂν διαλλαττώμεθα
ἐπὶ τοῖσδε, τοὺς πρέσβεις ἐπ᾽ ἄριστον καλῶ.

Ἡρακλῆς

ἐμοὶ μὲν ἀπόχρη ταῦτα καὶ ψηφίζομαι.

Ποσειδῶν

τί κακόδαιμον; ἠλίθιος καὶ γάστρις εἶ.
1605ἀποστερεῖς τὸν πατέρα τῆς τυραννίδος;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: