previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Πισθέταιρος

οἴμοι τάλας οἷόν σε περισοφίζεται.
δεῦρ᾽ ὡς ἔμ᾽ ἀποχώρησον, ἵνα τί σοι φράσω.
διαβάλλεταί σ᾽ θεῖος πόνηρε σύ.
τῶν γὰρ πατρῴων οὐδ᾽ ἀκαρῆ μέτεστί σοι
1650κατὰ τοὺς νόμους: νόθος γὰρ εἶ κοὐ γνήσιος.

Ἡρακλῆς

ἐγὼ νόθος; τί λέγεις;

Πισθέταιρος
σὺ μέντοι νὴ Δία
ὤν γε ξένης γυναικός. πῶς ἄν ποτε
ἐπίκληρον εἶναι τὴν Ἀθηναίαν δοκεῖς,
οὖσαν θυγατέρ᾽, ὄντων ἀδελφῶν γυησίων;

Ἡρακλῆς

1655τί δ᾽ ἢν πατὴρ ἐμοὶ διδῷ τὰ χρήματα
νοθεἶ ἀποθνῄσκων;

Πισθέταιρος
νόμος αὐτὸν οὐκ ἐᾷ.
οὗτος Ποσειδῶν πρῶτος, ὃς ἐπαίρει σε νῦν,
ἀνθέξεταί σου τῶν πατρῴων χρημάτων
φάσκων ἀδελφὸς αὐτὸς εἶναι γνήσιος.
1660ἐρῶ δὲ δὴ καὶ τὸν Σόλωνός σοι νόμον:
νόθῳ δὲ μὴ εἶναι ἀγχιστείαν παίδων ὄντων
1665γνησίων. ἐὰν δὲ παῖδες μὴ ὦσι γνήσιοι, τοῖς
ἐγγυτάτω γένους μετεῖναι τῶν χρημάτων.’

Ἡρακλῆς

ἐμοὶ δ᾽ ἄρ᾽ οὐδὲν τῶν πατρῴων χρημάτων
μέτεστιν;

Πισθέταιρος
οὐ μέντοι μὰ Δία. λέξον δέ μοι,
ἤδη σ᾽ πατὴρ εἰσήγαγ᾽ ἐς τοὺς φράτερας;

Ἡρακλῆς

1670οὐ δῆτ᾽ ἐμέ γε. καὶ δῆτ᾽ ἐθαύμαζον πάλαι.

Πισθέταιρος

τί δῆτ᾽ ἄνω κέχηνας αἴκειαν βλέπων;
ἀλλ᾽ ἢν μεθ᾽ ἡμῶν ᾖς, καταστήσας σ᾽ ἐγὼ
τύραννον ὀρνίθων παρέξω σοι γάλα.

Ἡρακλῆς

δίκαι᾽ ἔμοιγε καὶ πάλαι δοκεῖς λέγειν
1675περὶ τῆς κόρης, κἄγωγε παραδίδωμί σοι.

Πισθέταιρος

τί δαὶ σὺ φῄς;

Ποσειδῶν
τἀναντία ψηφίζομαι.

Πισθέταιρος

ἐν τῷ Τριβαλλῷ πᾶν τὸ πρᾶγμα. τί σὺ λέγεις;

Τριβαλλός

καλάνι κόραυνα καὶ μεγάλα βασιλιναῦ
ὄρνιτο παραδίδωμι.

Ἡρακλῆς
παραδοῦναι λέγει.

Ποσειδῶν

1680μὰ τὸν Δί᾽ οὐχ οὗτός γε παραδοῦναι λέγει,
εἰ μὴβαδίζεινωἅσπερ αἱ χελιδόσιν λέγει.

Πισθέταιρος

οὐκοῦν παραδοῦναι ταῖς χελιδόσιν λέγει.

Ποσειδῶν

σφὼ νῦν διαλλάττεσθε καὶ ξυμβαίνετε:
ἐγὼ δ᾽, ἐπειδὴ σφῷν δοκεῖ, σιγήσομαι.

Ἡρακλῆς

1685ἡμῖν λέγεις σὺ πάντα συγχωρεῖν δοκεῖ.
ἀλλ᾽ ἴθι μεθ᾽ ἡμῶν αὐτὸς ἐς τὸν οὐρανόν,
ἵνα τὴν Βασίλειαν καὶ τὰ πάντ᾽ ἐκεῖ λάβῃς.

Πισθέταιρος

ἐς καιρὸν ἆρα κατεκόπησαν οὑτοιὶ
ἐς τοὺς γάμους.

Ἡρακλῆς
βούλεσθε δῆτ᾽ ἐγὼ τέως
1690ὀπτῶ τὰ κρέα ταυτὶ μένων; ὑμεῖς δ᾽ ἴτε.

Ποσειδῶν

ὀπτᾷς τὰ κρέα; πολλήν γε τενθείαν λέγεις.
οὐκ εἶ μεθ᾽ ἡμῶν;

Ἡρακλῆς
εὖ γε μέντἂν διετέθην.

Πισθέταιρος

ἀλλὰ γαμικὴν χλανίδα δότω τις δεῦρό μοι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: