previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἔποψ

τί σοι πιθώμεσθ᾽;

Πισθέταιρος
τι πίθησθε; πρῶτα μὲν
165μὴ περιπέτεσθε πανταχῇ κεχηνότες:
ὡς τοῦτ᾽ ἄτιμον τοὔργον ἐστίν. αὐτίκα
ἐκεῖ παρ᾽ ἡμῖν τοὺς πετομένους ἢν ἔρῃ,
τίς ὄρνις οὗτος;’ Τελέας ἐρεῖ ταδί:
ἅνθρωπος ὄρνις ἀστάθμητος πετόμενος,
170ἀτέκμαρτος, οὐδὲν οὐδέποτ᾽ ἐν ταὐτῷ μένων.’

Ἔποψ

νὴ τὸν Διόνυσον εὖ γε μωμᾷ ταυταγί.
τί ἂν οὖν ποιοῖμεν;

Πισθέταιρος
οἰκίσατε μίαν πόλιν.

Ἔποψ

ποίαν δ᾽ ἂν οἰκίσαιμεν ὄρνιθες πόλιν;

Πισθέταιρος

ἄληθες; σκαιότατον εἰρηκὼς ἔπος,
175βλέψον κάτω.

Ἔποψ
καὶ δὴ βλέπω.

Πισθέταιρος
βλέπε νῦν ἄνω.

Ἔποψ

βλέπω.

Πισθέταιρος
περίαγε τὸν τράχηλον.

Ἔποψ
νὴ Δία
ἀπολαύσομαί τί γ᾽, εἰ διαστραφήσομαι.

Πισθέταιρος

εἶδές τι;

Ἔποψ
τὰς νεφέλας γε καὶ τὸν οὐρανόν.

Πισθέταιρος

οὐχ οὗτος οὖν δήπου 'στὶν ὀρνίθων πόλος;

Ἔποψ

180πόλος; τίνα τρόπον;

Πισθέταιρος
ὥσπερ ἂν εἴποι τις τόπος.
ὅτι δὲ πολεῖται τοῦτο καὶ διέρχεται
ἅπαντα διὰ τούτου, καλεῖται νῦν πόλος.
ἢν δ᾽ οἰκίσητε τοῦτο καὶ φάρξηθ᾽ ἅπαξ,
ἐκ τοῦ πόλου τούτου κεκλήσεται πόλις.
185ὥστ᾽ ἄρξετ᾽ ἀνθρώπων μὲν ὥσπερ παρνόπων,
τοὺς δ᾽ αὖ θεοὺς ἀπολεῖτε λιμῷ Μηλίῳ.

Ἔποψ

πῶς;

Πισθέταιρος
ἐν μέσῳ δήπουθεν ἀήρ ἐστι γῆς.
εἶθ᾽ ὥσπερ ἡμεῖς, ἢν ἰέναι βουλώμεθα
Πυθώδε, Βοιωτοὺς δίοδον αἰτούμεθα,
190οὕτως, ὅταν θύσωσιν ἄνθρωποι θεοῖς,
ἢν μὴ φόρον φέρωσιν οἱ ὑμῖν οἱ θεοί,
διὰ τῆς πόλεως τῆς ἀλλοτρίας καὶ τοῦ χάους
τῶν μηρίων τὴν κνῖσαν οὐ διαφρήσετε.

Ἔποψ

ἰοὺ ἰού:
μὰ γῆν μὰ παγίδας μὰ νεφέλας μὰ δίκτυα,
195μὴ 'γὼ νόημα κομψότερον ἤκουσά πω:
ὥστ᾽ ἂν κατοικίζοιμι μετὰ σοῦ τὴν πόλιν,
εἰ ξυνδοκοίη τοῖσιν ἄλλοις ὀρνέοις.

Πισθέταιρος

τίς ἂν οὖν τὸ πρᾶγμ᾽ αὐτοῖς διηγήσαιτο;

Ἔποψ
σύ.
ἐγὼ γὰρ αὐτοὺς βαρβάρους ὄντας πρὸ τοῦ
200ἐδίδαξα τὴν φωνήν, ξυνὼν πολὺν χρόνον.

Πισθέταιρος

πῶς δῆτ᾽ ἂν αὐτοὺς ξυγκαλέσειας;

Ἔποψ
ῥᾳδίως.
δευρὶ γὰρ ἐσβὰς αὐτίκα μάλ᾽ ἐς τὴν λόχμην,
ἔπειτ᾽ ἀνεγείρας τὴν ἐμὴν ἀηδόνα,
καλοῦμεν αὐτούς: οἱ δὲ νῷν τοῦ φθέγματος
205ἐάνπερ ἐπακούσωσι θεύσονται δρόμῳ.

Πισθέταιρος

φίλτατ᾽ ὀρνίθων σὺ μή νυν ἕσταθι:
ἀλλ᾽ ἀντιβολῶ σ᾽ ἄγ᾽ ὡς τάχιστ᾽ ἐς τὴν λόχμην
ἔσβαινε κἀνέγειρε τὴν ἀηδόνα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: