previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Ἐυελπίδης

τοῦτ᾽ ἐκεῖνο: ποῖφύγω δύστηνος;

Πισθέταιρος
οὗτος οὐ μενεῖς;

Ἐυελπίδης

355ἵν᾽ ὑπὸ τούτων διαφορηθῶ;

Πισθέταιρος
πῶς γὰρ ἂν τούτους δοκεῖς
ἐκφυγεῖν;

Ἐυελπίδης
οὐκ οἶδ᾽ ὅπως ἄν.

Πισθέταιρος
ἀλλ᾽ ἐγώ τοί σοι λέγω,
ὅτι μένοντε δεῖ μάχεσθαι λαμβάνειν τε τῶν χυτρῶν.

Ἐυελπίδης

τί δὲ χύτρα νώ γ᾽ ὠφελήσει;

Πισθέταιρος
γλαῦξ μὲν οὐ πρόσεισι νῷν.

Ἐυελπίδης

τοῖς δὲ γαμψώνυξι τοισδί;

Πισθέταιρος
τὸν ὀβελίσκον ἁρπάσας
360εἶτα κατάπηξον πρὸ σαυτοῦ.

Ἐυελπίδης
τοῖσι δ᾽ ὀφθαλμοῖσι τί;

Πισθέταιρος

ὀξύβαφον ἐντευθενὶ προσδοῦ λαβὼν τρύβλιον.

Ἐυελπίδης

σοφώτατ᾽, εὖ γ᾽ ἀνηῦρες αὐτὸ καὶ στρατηγικῶς:
ὑπερακοντίζεις σύ γ᾽ ἤδη Νικίαν ταῖς μηχαναῖς.

Χορός

ἐλελελεῦ χώρει κάθες τὸ ῥύγχος: οὐ μέλλειν ἐχρῆν.
365ἕλκε τίλλε παῖε δεῖρε, κόπτε πρώτην τὴν χύτραν.

Ἔποψ

εἰπέ μοι τί μέλλετ᾽ πάντων κάκιστα θηρίων
ἀπολέσαι παθόντες οὐδὲν ἄνδρε καὶ διασπάσαι
τῆς ἐμῆς γυναικὸς ὄντε ξυγγενεῖ καὶ φυλέτα;

Χορός

φεισόμεσθα γάρ τι τῶνδε μᾶλλον ἡμεῖς λύκων;
370 τίνας τεισαίμεθ᾽ ἄλλους τῶνδ᾽ ἂν ἐχθίους ἔτι;

Ἔποψ

εἰ δὲ τὴν φύσιν μὲν ἐχθροὶ τὸν δὲ νοῦν εἰσιν φίλοι,
καὶ διδάξοντές τι δεῦρ᾽ ἥκουσιν ὑμᾶς χρήσιμον;

Χορός

πῶς δ᾽ ἂν οἵδ᾽ ἡμᾶς τι χρήσιμον διδάξειάν ποτε
φράσειαν, ὄντες ἐχθροὶ τοῖσι πάπποις τοῖς ἐμοῖς;

Ἔποψ

375ἀλλ᾽ ἀπ᾽ ἐχθρῶν δῆτα πολλὰ μανθάνουσιν οἱ σοφοί.
γὰρ εὐλάβεια σῴζει πάντα. παρὰ μὲν οὖν φίλου
οὐ μάθοις ἂν τοῦθ᾽, δ᾽ ἐχθρὸς εὐθὺς ἐξηνάγκασεν.
αὐτίχ᾽ αἱ πόλεις παρ᾽ ἀνδρῶν γ᾽ ἔμαθον ἐχθρῶν κοὐ φίλων
ἐκπονεῖν θ᾽ ὑψηλὰ τείχη ναῦς τε κεκτῆσθαι μακράς:
380τὸ δὲ μάθημα τοῦτο σῴζει παῖδας οἶκον χρήματα.

Χορός

ἔστι μὲν λόγων ἀκοῦσαι πρῶτον, ὡς ἡμῖν δοκεῖ,
χρήσιμον: μάθοι γὰρ ἄν τις κἀπὸ τῶν ἐχθρῶν σοφόν.

Πισθέταιρος

οἵδε τῆς ὀργῆς χαλᾶν εἴξασιν. ἄναγ᾽ ἐπὶ σκέλος.

Ἔποψ

καὶ δίκαιόν γ᾽ ἐστὶ κἀμοὶ δεῖ νέμειν ὑμᾶς χάριν.

Χορός

385ἀλλὰ μὴν οὐδ᾽ ἄλλο σοί πω πρᾶγμ᾽ ἐνηντιώμεθα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Eugene O'Neill, Jr., 1938)
hide References (1 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Electra, 1115
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: