previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Πισθέταιρος

καὶ μὴν ὀργῶ νὴ τὸν Δία καὶ προπεφύραται λόγος εἷς μοι,
ὃν διαμάττειν οὐ κωλύει: φέρε παῖ στέφανον: καταχεῖσθαι
κατὰ χειρὸς ὕδωρ φερέτω ταχύ τις.

Ἐυελπίδης
δειπνήσειν μέλλομεν; τί;

Πισθέταιρος

465μὰ Δί᾽ ἀλλὰ λέγειν ζητῶ τι πάλαι μέγα καὶ λαρινὸν ἔπος τι,
το τὴν τούτων θραύσει ψυχήν: οὕτως ὑμῶν ὑπεραλγῶ,
οἵτινες ὄντες πρότερον βασιλῆς

Χορός
ἡμεῖς βασιλῆς; τίνος;

Πισθέταιρος
ὑμεῖς
πάντων ὁπόσ᾽ ἔστιν, ἐμοῦ πρῶτον, τουδί, καὶ τοῦ Διὸς αὐτοῦ,
ἀρχαιότεροι πρότεροί τε Κρόνου καὶ Τιτάνων ἐγένεσθε,
καὶ γῆς.

Χορός
καὶ γῆς;

Πισθέταιρος
νὴ τὸν Ἀπόλλω.

Χορός

470τουτὶ μὰ Δί᾽ οὐκ ἐπεπύσμην.

Πισθέταιρος

ἀμαθὴς γὰρ ἔφυς κοὐ πολυπράγμων, οὐδ᾽ Αἴσωπον πεπάτηκας,
ὃς ἔφασκε λέγων κορυδὸν πάντων πρώτην ὄρνιθα γενέσθαι,
προτέραν τῆς γῆς, κἄπειτα νόσῳ τὸν πατέρ᾽ αὐτῆς ἀποθνῄσκειν:
γῆν δ᾽ οὐκ εἶναι, τὸν δὲ προκεῖσθαι πεμπταῖον: τὴν δ᾽ ἀποροῦσαν
475ὑπ᾽ ἀμηχανίας τὸν πατέρ᾽ αὑτῆς ἐν τῇ κεφαλῇ κατορύξαι.

Ἐυελπίδης

πατὴρ ἄρα τῆς κορυδοῦ νυνὶ κεῖται τεθνεὼς Κεφαλῆσιν.

Πισθέταιρος

οὔκουν δῆτ᾽ εἰ πρότεροι μὲν γῆς πρότεροι δὲ θεῶν ἐγένοντο,
ὡς πρεσβυτάτων αὐτῶν ὄντῶν ὀρθῶς ἐσθ᾽ βασιλεία;

Ἐυελπίδης

νὴ τὸν Ἀπόλλω: πάνυ τοίνυν χρὴ ῥύγχος βόσκειν σε τὸ λοιπόν:
480οὐκ ἀποδώσει ταχέως Ζεὺς τὸ σκῆπτρον τῷ δρυκολάπτῃ.

Πισθέταιρος

ὡς δ᾽ οὐχὶ θεοὶ τοίνυν ἦρχον τῶν ἀνθρώπων τὸ παλαιόν,
ἀλλ᾽ ὄρνιθες, κἀβασίλευον, πόλλ᾽ ἐστὶ τεκμήρια τούτων.
αὐτίκα δ᾽ ὑμῖν πρῶτ᾽ ἐπιδείξω τὸν ἀλεκτρυόν᾽, ὡς ἐτυράννει
ἦρχέ τε Περσῶν πρῶτον πάντων Δαρείου καὶ Μεγαβάζου,
485ὥστε καλεῖται Περσικὸς ὄρνις ἀπὸ τῆς ἀρχῆς ἔτ᾽ ἐκείνης.

Ἐυελπίδης

διὰ ταῦτ᾽ ἄρ᾽ ἔχων καὶ νῦν ὥσπερ βασιλεὺς μέγας διαβάσκει
ἐπὶ τῆς κεφαλῆς τὴν κυρβασίαν τῶν ὀρνίθων μόνος ὀρθήν.

Πισθέταιρος

οὕτω δ᾽ ἴσχυσέ τε καὶ μέγας ἦν τότε καὶ πολύς, ὥστ᾽ ἔτι καὶ νῦν
ὑπὸ τῆς ῥώμης τῆς τότ᾽ ἐκείνης, ὁπόταν μόνον ὄρθριον ᾁσῃ,
490ἀναπηδῶσιν πάντες ἐπ᾽ ἔργον χαλκῆς κεραμῆς σκυλοδέψαι
σκυτῆς βαλανῆς ἀλφιταμοιβοὶ τορνευτολυρασπιδοπηγοί:
οἱ δὲ βαδίζουσ᾽ ὑποδησάμενοι νύκτωρ.

Ἐυελπίδης
ἐμὲ τοῦτό γ᾽ ἐρώτα.
χλαῖναν γὰρ ἀπώλεσ᾽ μοχθηρὸς Φρυγίων ἐρίων διὰ τοῦτον.
ἐς δεκάτην γάρ ποτε παιδαρίου κληθεὶς ὑπέπινον ἐν ἄστει,
495κἄρτι καθηῦδον, καὶ πρὶν δειπνεῖν τοὺς ἄλλους οὗτος ἄρ᾽ ᾖσεν:
κἀγὼ νομίσας ὄρθρον ἐχώρουν Ἀλιμουντάδε, κἄρτι προκύπτω
ἔξω τείχους καὶ λωποδύτης παίει ῥοπάλῳ με τὸ νῶτον:
κἀγὼ πίπτω μέλλω τε βοᾶν, δ᾽ ἀπέβλισε θοἰμάτιόν μου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: